10v: Vat.gr.1594 — οὐ(ρα)νὸς καὶ φέρεται σφαιροειδῶς·
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.1594
- Annotation text:
οὐ(ρα)νὸς καὶ φέρεται σφαιροειδῶς·
- Section:
- 9r-263v Ptolemaeus, Claudius: Syntaxis mathematica cum scoliis and 9r-28r Lib. I
Other annotations on this folio
[π]αρατηρήσεως τοῖς παλαιοῖς εὔ
στέρων λόγου. Προτάσσοιτο μὲν
ἂν εἰκότως καὶ ἐνταῦθα τὰ περὶ
τῆς τῶν ἀπλανῶν καλουμέ
νων σφαίρας· ἕποιτο δὲ τὰ πε
ρὶ των πέντε πλανήτων προσα
γορευομένων· ἕκαστα δὲ
τούτων πειρασόμεθα δεικνύειν
ἀρχαῖς μὲν καὶ ὥσπερ θεμελίοις
εἰς τὴν ἀνεύρεσιν χρώμενοι τοῖς
ἐναργέσι φαινομένοις· καὶ
ταῖς ἀδιστάκτοις τῶν τε πα
λαιῶν καὶ των καθ’ἡμᾶς τηρήσεων·
τὰς δ’ ἐφεξῆς τῶν καταλή
ψεων ἐφαρμόζοντες διὰ τῶν
ἐν ταῖς γραμμικαῖς ἐφόδοις
ἀποδείξεων· τὸ μὲν οὖν κα
θ᾿όλου τοιοῦτον ἂν εἴη προλα
βεῖν ὅτι τε σφαιροειδής ἐστιν ὁ
καὶ ὅτι ἡ γῆ τῶι μὲν σχήμα
τι καὶ αὐτὴ σφαιροειδής ἐστιν
πρὸς αἴσθησιν ὡς καθ’ ὅλα
μέρη λαμβανομένη· τῆι δὲ
θέσει μέση τοῦ παντὸς οὐ(ρα)νοῦ
κεῖται κέντρωι παραπλησίως·
τῶι δὲ μεγέθει καὶ τῶι ἀποστήμα
τι σημείου λόγον ἔχει πρὸς τὴν
τῶν ἀπλανῶν ἀστέρων σφαῖραν
αὐτὴ μηδεμίαν μεταβατικὴν
κίνησιν ποιουμένη· περὶ τού
των δ’ ἑκάστου τῆς ὑπομνή
σεως ἕνεκεν βραχέα διελευ
σόμεθα:-
γ̅. Ὅτι σφαιροειδῶς
ὁ οὐρανὸς φέρεται:
Τὰς μὲν οὖν πρώτας ἐννοίας
περὶ τούτων ἀπὸ τοιαύτης τινὸς
τὴν ἔφοδον τοῦ περὶ τῶν ἀ
ἅπαντα τὰ χρήσιμα πρὸς
τὴν των οὐ(ραν)ίων θεωρίαν κα
τὰ τὴν οἰκείαν τάξιν ἐκτι
θέμενοι· διὰ δὲ τὸ μὴ μα
κρὸν ποιεῖν τὸν λόγον. τὰ μὲν ὑ
πὸ των παλαιῶν ἠκριβωμέ
να. διερχόμενοι μόνον· τὰ
δὲ ἢ μηδ’ ὅλως καταληφθέν
τα. ἢ μὴ ὡς ἐνῆν εὐχρήστως.
ταῦτα δὲ κατὰ δύναμιν ἐπε
ξεργαζόμενοι:-
β̅. Περὶ τῆς τάξεως των θεωρημάτων:
Τῆς δὴ προκειμένης ἡμῖν
Συντάξεως. προηγεῖται μὲν
τὸ τὴν καθ όλου σχέσιν ἰδεῖν
ὅλης τῆς γῆς πρὸς ὅλον τὸν
οὐ(ρα)νόν· των δὲ κατὰ μέρος
ἤδη καὶ ἐφεξῆς πρῶτον μὲν
ἂν εἴη τὸ διεξελθεῖν τὸν λόγον
τὸν περὶ τῆς θέσεως τοῦ λοξοῦ
κύκλου καὶ τῶν τόπων τῆς καθ’ ἡ
μᾶς οἰκουμένης· ἔτι τε τῆς
πρὸς ἀλλήλους αὐτων καθ’ ἕκα
στον ὁρίζοντα παρὰ τὰς ἐγκλίσεις
γινομένης ἐν ταῖς τάξεσι δια
φορᾶς· προλαμβανομένη
γὰρ ἡ τούτων θεωρία τὴν των λοι
πῶν ἐπίσκεψιν εὐοδωτέραν
παρέχει· δεύτερον δὲ περὶ
τῆς ἡλιακῆς κινήσεως καὶ τῆς
σεληνιακῆς καὶ των ταύταις ἐ
πισυμβαινόντων διεξελ
θεῖν· χωρὶς γὰρ τῆς τούτων προκα
ταλήψεως οὐδὲ τὰ περὶ τοὺς
ἀστέρας οἷόν τε ἂν γένοιτο δι
εξοδικῶς θεωρῆσαι· τελευ
ταίου δ’ ὄντος ὡς πρὸς αὐτὴν