Paleografia greca dall'Antichità al Rinascimento [di T. Janz]

XIII: Vat.gr.1613 — Ἐνταυθα νῦν σκόπησον ὀρθῶς

Resource type:
Annotation
Manuscript:
Vat.gr.1613
Annotation text:

Ἐνταυθα νῦν σκόπησον ὀρθῶς ὁ βλέπων.

Section:
p. XIII Praefatio metrica

Altre annotazioni in questo foglio

  • ἄριστον ἔργον ἐξ ἀρίστων πραγμάτων·

  • ἔργον Θ(εο)υ κάλλιστον ἐκπλῆττον φρένας·

  • ἔργον τὸ τερπον πᾶσαν εἰκότως κτίσιν·

  • ἄνω γὰρ αὐτὸς ὡς Θ(εο)ς καὶ δεσπότης·

  • ἄστρων χορείαις ζωγραφήσας τὸν πόλον·

  • ὃν οἷα δέρριν ἐξέτεινε τῶι λόγωι,

  • κόσμον δαδουχεῖ πανσόφω προμηθία·

  • κάτω δ᾿ὁ τοῦτον εἰκονίζων τοῖς τρόποις·

  • ἄναξ ὅλης γῆς, ἥλιος τῆς πορφύρας·

  • Βασίλειος, τὸ θρέμμα τῆς ἁλουργίδος·

  • κράτιστος ἀμφοῖν, καὶ τροπαίοις καὶ λόγοις·

  • ὡς ἄλλον ὄντως οὐρανὸν τεύξας βίβλον·

  • ἐκ δέρρεων ταθεῖσαν, ὡς ἔχει φύσις·

  • φέρουσαν ὡς φωστῆρας ὡραίους τύπους·

  • πρῶτον μέν αὐτοῦ τοῦ θεανθρώπου Λόγου·

  • ἔπειτα Μητρὸς τῆς τεκούσης ἀσπόρως·

  • σοφῶν προφητῶν· μαρτύρων· ἀποστόλων·

  • πάντων δικαίων· ἀγγέλων· ἀρχαγγέλων,

  • τῶν ὀρθοδόξων πᾶσαν εὐφραίνει φρένα·

  • τέρπει δὲ πᾶσαν τερπνότητι καὶ θέαν·

  • ἀλλ᾿ οὕσπερ εἰκόνισεν ἐκ τῶν χρωμάτων,

  • εὕροι βοηθοὺς πάντας ἐκ τῶν πραγμάτων·

  • κράτους συνεργούς, συμμάχους ἐν ταῖς μάχαις·

  • παθῶν λυτρωτάς, φαρμακευτὰς τῶν νόσων·

  • ἐν τῆ κρίσει πλέον δὲ πρὸς τὸν Δεσπότην·

  • θερμοὺς μεσίτας, προξένους καὶ τῆς ἄνω

  • δόξης ἀφράστου καὶ Θ(εο)υ σκηπτουχίας ·:·