1r: Vat.gr.2659 — Scrittura inclinata a destra,
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.2659
- Annotation text:
Scrittura inclinata a destra, affine allo stile di Giorgio Crisococca.
- Section:
- 1r-30r Iohannes Chrysostomus: Homilia I de statuis
Altre annotazioni in questo foglio
Spiccano i tratti verticali di gamma, tau e psi.
τοῦ ἅγιου ἰωάννου τοῦ χρισοστόμου ὁμιλία εἰς τὸ
ἁρητὸν τοῦ ἁγίου παύλου, οἱ οἴνω ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου καὶ τὰς πυκνάς σου | ἀσθενείας.
Ἠκούσατε τῆς ἀποστολικῆς φωνῆς τῆς σάλπιγγος
τῆς ἐκ τῶν οὐ(ρα)νῶν, τῆς λύρας τῆς πνευματικῆς· καὶ γὰρ
ὡς σάλπιγξ φοβερὸν ἠχοῦσα καὶ πολεμικὸν, κα-
ταπλήττει πρὸς τοὺς ἐχθροὺς, καὶ διανίστησι τῶν
οἰκείων τὰ πεπτωκότα φρονήματα, καὶ πολλοῦ θάρ
σους ἐμπλήσασα. ἀκαταγωνίστους ποιεῖ τῶ διαβό
λω τοὺς προσέχοντας· καὶ ὡς λύρα πάλιν μετὰ πολλῆς
ψυχαγωγίας τέρπουσα· κοιμίζει τῶν ἀτόπων λογι
σμῶν τὰ πάθη, καὶ πολλὴν ἡμῖν μεθ’ ἡδονῆς ἐνίησι
τὴν ὠφέλειαν. Ἠκούσατε τοίνυν σήμερον
περὶ πολλῶν καὶ ἀναγκαίων πραγμάτων διαλεγο
μένου τῷ Τιμοθέω· καὶ γὰρ περὶ χειροτονιῶν ἐπέ
στελεν πρὸς αὐτὸν εἰπών· «Χεῖρας ταχέως μηδενὶ
ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις»·
καὶ τὸν ἀφόρητον τῆς τοιαύτης παρανομίας παρέστησε
κίνδυνον. δείξας ὅτι τῶν ἑτέροις πεπλημμελη
μένων, ἕτεροι τὴν τιμωρίαν ὑποστήσονται μετ’ αὐ
τῶν ἐκείνων ὅτι τὴν ἐξουσίαν διὰ τῆς χειροτονίας