47r: Barb.gr.221 — La grafia di Demetrio
- Resource type:
- Annotation
- Manuscript:
- Barb.gr.221
- Annotation text:
La grafia di Demetrio Mosco appartiene a quel filone definito dagli studiosi (Canart ed Eleuteri) “inclinato stretto e pointu”: si tratta di una grafia leggermente inclinata a destra con uno sviluppo in altezza.
- Section:
- 47r-55r Galeni fragmenta and 47r-v Galenus, Claudius: De diebus decretoriis
Altre annotazioni in questo foglio
δ’ αὐτῶν ἐστιν ἐνάτη τε καὶ ἑνδεκάτη. καὶ εἰκοστή. καὶ ταύτης ἐγγὺς ἑπτακαιδεκάτη
καὶ πέμπτη· καὶ μετὰ ταύτας ἡ τετάρτη· καὶ μετὰ ταύτην ἡ τρίτη τε καὶ ὁκτωκαι
δεκατη· τῆς δὲ ἕκτης τὴν φύσιν οὐδεμία μὲν ἀκριβῶς ἐμιμήσατο τῶν ἄλλων ἡμερῶν.
εἴ ποτε δ’ εἰς τὴν ὀγδόην ἡμέραν ἢ τὴν δεκάτην ἐμπέσοι λύσις ἀθρόα νοσήματος,
ὁμοιοῦταί πως τῆ κατὰ τὴν ἕκτην, ἀλλὰ καὶ σπανίως ἐν ταύταις λύεται καὶ οὔ
τε πιστῶς οὔτε ἀγαθῶς· οὔτε τελείως, ἔτι τε πρὸς τούτοις ἀσαφῶς τε ἅμα
καὶ ἀσήμως· ὥσθ’ ἑτέρας εἶναι φύσεως αὐτὰς πρὸς τὰς ἔμπροσθεν εἰρημένας.
ὥσπερ δέ ἐν ταύταις οὐ λύεται νόσημα ἀθρόως οὕτως οὐδ’ ἐν ταῖς ἐφεξῆς εἰρη
σομέναις, δωδεκάτῃ καὶ ἑκκαιδεκάτη· καὶ ἐννεακαιδεκάτη. Μετα
ξὺ δέ πως τούτου τοῦ στοίχείου τοῦ νῦν εἰρημένου πάντως, τῶν μὴ λυουσῶν ἀθρόως
ἡμερῶν, τῆς ὀγδόης λέγω καὶ τῆς δεκάτης, καὶ τῆς ἑνναι δεκάτης, καὶ ἐννα
καιδεκάτης, καὶ τοῦ πρόσθεν εἰρημένου τῶν λυουσῶν, τῆς τε τρίτης καὶ τετάρτης καὶ εης (πέμπτης)
καὶ ϛης (ἕκτης)καὶ ἑβδόμης καὶ ἐννάτης καὶ ἑνδεκάτης, καὶ τεσσαρεσκαιδεκά
της, καὶ ἑπτακαιδεκάτης καὶ ὀκτωκαιδεκάτης καὶ εἰκοστῆς, ἡ τρισκαιδε
κάτη μάλιστά φαίνεται μοι τετάχθαι· μήθ’ ὁμοίως ἀπόβλητος οὖσα ταῖς
ἐν τῶ δευτέρω στοίχω, μήθ’ ὁμοίως ταῖς ἐν τῶ πρώτω λύειν πεφυκυῖα. τοιαύτη
μέν τις ἡ τῶν εἰρημένων ἡμερῶν ἄχρι τῆς εἰκοστῆς διαφορά· τὰς δὲ ἐφεξῆς ἁπάσας
ὕστερον ἐρῶ πρότερόν γε τοῦτ’ ἀναμνήσας, ὅπερ ὑπεσχόμην ὀλίγον ἔμπρο
σθεν· ὡς ὅσον εἰς τὰ ἔργα τῆς τέχνης ὀλίγον διαφέρει, μακροῦ μὲν εἰς εὕρεσιν
δεῖται χρόνου, βραχυτάτου δὲ εἰς διδασκαλίαν. τὸ δ’ ἄλλο πᾶν λῆρός ἐστι σοφι
στῶν. ἢ πρὸς τούτοις ἀντιλογία· λῆρος μὲν οὖσα καὶ αὐτὴ· κάλλιον γὰρ ἦν κατα
φρονεῖν, ἀλλὰ διὰ τοὺς νέους ἐνίοτε τοὺς ὑπὸ τῶν σοφισμάτων ἐξισταμένους
τῶν κατὰ φύσιν λογισμῶν χώραν ἀναγκαίαν λαμβάνουσα· τὸ δ᾿οὖν προ
κείμενον ἤδη δέδεικται σαφῶς· ὡς καὶ χωρὶς τῶν ὀνομάτων τοῦ τε κρίνεσθαι
καὶ κεκρίσθαι καὶ κρίσεως καὶ κρισίμου τὴν διήγησιν ἐποιησάμην τῆς τῶν ἡμερῶν δια
φορᾶς, οὐκ ἐκ λόγου τινὸς ἢ δόγματος τῶν ἀπορρήτων εἰσηγησάμενος· ἀλλ’
Beta con la seconda pancia aperta.
Epsilon adagiato a sinistra.
Tau particolarmente sviluppato in altezza ben visibile nel suo tratteggio a pointu.
Rigonfiamenti alle estremità inferiori di phi e psi.
Gamma, delta e csi violano il sistema bilineare.