117r: Vat.gr.504 — Due tipologie di scrittura
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.504
- Annotation text:
Due tipologie di scrittura della stessa mano: una calligrafica, chiara, dal modulo quadrato e dal disegno angoloso ad asse inclinato a destra (inquadrabile nella tipologia della Perlschrift) e un’altra grafia più rotondeggiante, minuta e ricca di segni abbreviativi.
- Section:
- 3v-4v. 194v-197r (in marg.) Maximus Confessor: Quaestiones ad Thalassium. Questiones I-XVI. XXVI cum scholiis, 81v-197r Maximi Confessoris Opera et alia nonnulla, 116r-117r Gregorius Nazianzenus: De pace. Oratio I et III, and 116v (in marg.). 117r (in marg.). 117v-138v Maximus Confessor: Ambiguorum liber
Altre annotazioni in questo foglio
Alpha e beta dalle forme onciali.
Forma larga di tau e kappa.
Omega caratteristico con i due occhielli chiusi.
Ον con abbreviazione caratteristica.
Ὁ τοῦ θ(εο)ῦ λόγος, ὅλος οὐσία πλήρης ὑπάρχων· θ(εὸ)ς γάρ· καὶ ὑπόστασις ὅλος ἀνελλιπὴς· υἱὸς γάρ· κενωθεὶς μὲν, σπορὰ γέγονε τῆς οἰκείας σαρκὸς· ἀρρήτω δὲ συλλήψει συντεθεὶς, αὐτῆς ὑπόστασις γέγονε τῆς προς
ληφθείσης σαρκός· καὶ τούτω τῶ καινῶ μυστηρίω· κατ’ ἀλήθειαν ἀτρέπτως ὅλος γενόμενος ἄνθρωπος. δύο φύσεων· ἀκτίστου τὲ καὶ κτιστῆς· ἀπαθοῦς τὲ καὶ παθητῆς, ὁ αὐτὸς ὑπόστασις ἦν, πάντας ἀνελλιπῶς τοὺς φυσικοὺς
ὧν ὑπόστασις ἦν, λόγους ἐπιδεχόμενος· εἰ δὲ πάντας οὐσιωδῶς ὧν ὑπόστασις ἦν τοὺς φυσικοὺς ἐπεδέχετο λόγους· αὐτῶ συνθέτω γενομένω τῆ προσλήψει τῆς σαρκὸς κατὰ τὴν ὑπόστασιν, πάνυ σοφῶς ὁ διδάσκαλος·
ἵνα μὴ ψιλὰ νομισθῆ, τὰ τῆς οἰκείας σαρκὸς πάθη προσένειμεν· αὐτοῦ τὲ τῆς σαρκὸς ὑπαρχούσης· καὶ κατ’ αὐτὴν ἀληθῶς ὄντι θ(ε)ῶ παθητῶ κατὰ τῆς ἁμαρτίας· οὐσίας τοίνυν καθ’ ἣν καὶ σαρκωθεὶς ἁπλοῦς ὁ λόγος μεμέ
νηκε καὶ ὑποστάσεως· καθ’ ἣν προσλήψει σαρκὸς γέγονε σύνθετος· καὶ θ(εὸ)ς παθητὸς οἰκονομικῶς ἐχρημάτισε· δεικνὺς τὴν διαφορὰν ὁ διδάσκαλος, ταῦτα φησὶν· ἵνα μὴ τὰ τῆς ὑποστάσεως κατηγοροῦντες ἐξ ἀ
γνοίας τῆς φύσεως· λάθωμεν κατὰ τοὺς ἀρειανοὺς θ(ε)ῶ φύσει παθητῶ προσκυνοῦντες· οὐδὲν δὲ χεῖρον εἰπεῖν. καὶ ἀνθρωπισθέντι προσέθηκεν. οὐ μόνον διὰ τοὺς ἀρειανοὺς. ἀντὶ ψυχῆς τὴν θεότητα· καὶ τοὺς ἀπολιναριστὰς· ἄνουν
τὴν ψυχὴν δογματίζοντας· καὶ τούτω τῶ τρόπω τὸ τέλειον τῆς καθ’ ἡμᾶς τοῦ λόγου περιτέ
μνοντας φύσεως· καὶ φύσει θεότητος, παθητὸν αὐτὸν ποιουμένους· ἀλλ’ ἵνα καὶ δειχθῆ
τέλειος ἡμῖν γεγονὼς κατ’ ἀλήθειαν ἄν(θρωπ)ος ὁ μονογενὴς θ(εὸ)ς. ὡς δι’ ἐνεργοῦς φύσει σαρ
κὸς· νοερῶς τε καὶ λογικῶς ἐψυχωμένης, αὐτουργῶν τὴν ἡμῶν σ(ωτη)ρίαν· εἴπερ κατὰ πάντα χωρὶς
μόνης ἁμαρτίας· ἧς οὐδεὶς τῆ φύσει παντελῶς ἐνέσπαρται λόγος· ἀλλ’ οὐ χωρὶς φυσικῆς
ἐνεργείας ἀληθῶς γέγονεν ἄν(θρωπ)ος, ἧς ὁ λόγος, ὅρος τῆς οὐσίας ἐστὶν. πάντας χαρακτη
ρίζων φυσικῶς· οἷς κατ’ οὐσίαν ἐμπέφυκεν· τὸ γὰρ κοινῶς τὲ καὶ γενικῶς τινῶν κατη
γορούμενον· ὅρος τῆς αὐτῶν οὐσίας ἐστὶν· οὗ πάντως ἡ στέρησις, φθορὰν ἐργάζεται φύσεως·
εἴπερ οὐδὲν τῶν ὄντων τοῦ φύσει πεφυκότος στερούμενον· ὅπερ ἦν μένει
σωζόμενον:- τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου: oὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος·
ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν, ὁ νῦν ἄν(θρωπ)ος, καὶ ἀσύνθετος ἦν· ὃ μὲν ἦν διέ
μεινεν· ὃ δὲ οὐκ ἦν προσέλαβεν· ἐν ἀρχῆ ἦν ἀναιτίως· τίς γὰρ αἰτία θ(εο)ῦ·
ἀλλὰ καὶ ὕστερον γέγονε δι’ αἰτίαν· ἡ δὲ ἦν τὸ σὲ σωθῆναι τὸν ὑβριστὴν· ὃς διὰ τοῦτο
περιφρονεῖς θεότητα, ὅτι τὴν σὴν παχύτητα κατεδέξατο διὰ μέσου νοὸς ὁμιλήσας σαρ
κὶ· καὶ γενόμενος ἄν(θρωπ)ος, ὁ κάτω θ(εὸ)ς, ἐπειδὴ συνανεκράθη θ(ε)ῶ· καὶ γέγονεν εἷς.
τοῦ κρείττονος ἐκνικήσαντος· ἵνα γένωμαι τοσοῦτον θ(εὸ)ς ὅσον ἐκεῖνος ἄν(θρωπ)ος:·
Οὗτος γὰρ ὁ νῦν σοι καταφρονούμενος φησὶν, ἦν ὅτε καὶ ὑπὲρ σὲ ἦν, παντὸς αἰῶνος δη
λονότι καὶ πάσης δι’ ἑαυτὸν ὑπάρχων ἐπέκεινα φύσεως· κἀν ὑπ’ ἄμφω νῦν διὰ
σὲ γεγένηται θέλων· ὁ νῦν ἄν(θρωπ)ος· καὶ ἀσύνθετος ἦν· τήν τε φύσιν ἁπλοῦς καὶ τὴν ὑπ
στασιν· ἅτε δὴ μόνον θ(εὸ)ς γυμνὸς σώματος καὶ τῶν ὅσα σώματος· κἀν νῦν προσλήψει·
σαρκὸς· ψυχὴν ἐχούσης νοερὰν· ὅπερ οὐκ ἦν γέγονε τὴν ὑπόστασιν σύνθετος· διαμείνας
ὅπερ ἦν, τὴν φύσιν ἁπλοῦς· ἵνα σὲ σώση τὸν ἄν(θρωπ)ον· ταύτην γὰρ τῆς σαρκικῆς αὐτοῦ μό
νην αἰτίαν ἔσχε γεννήσεως, τὴν σ(ωτη)ρίαν τῆς φύσεως· ἧς ὑπελθὼν καθάπέρ τι πάχος τὸ πα
θητὸν, διὰ μέσου νοὸς ὡμίλησε σαρκὶ, γενόμενος ἄν(θρωπ)ος, ὁ κάτω θ(εὸ)ς· πάντα ὑπὲρ πάντων
γενόμενος· ὅσα ἡμεῖς πλὴν τῆς ἁμαρτίας· σῶμα· ψυχὴ· νοῦς· δι’ ὅσων ὁ θάνατος· τὸ κοινὸν
ἐκ τούτων ἄν(θρωπ)ος· θ(εὸ)ς ὁρώμενος διὰ τὸ νοούμενον· αὐτὸς οὖν κυρίως δίχα τροπῆς πρὸς
τὸ καθ’ ἡμᾶς φύσει παθητὸν κενωθεὶς ὁ λόγος· καὶ ὑπὸ τὴν φυσικὴν ἀληθῶς διὰ
σαρκώσεως γενόμενος αἴσθησιν. θ(εὸ)ς ὁρατὸς· καὶ κάτω θ(εὸ)ς προσηγορεύθη· διὰ
σαρκὸς φύσει παθητῆς, τὴν ὑπεράπειρον ἐμφανῆ ποιησάμενος δύναμιν
ἐπειδὴ συνανεκράθη θ(ε)ῶ προδήλως ἡ σὰρξ· καὶ γέγονεν εἷς τοῦ κρείττονος ἐκνι
κήσαντος· ὑποστατικῆ ταυτότητι· κυρίως αὐτὴν τοῦ προσλαβόντος λόγου θεώσαντος·
εἷς δὲ γέγονεν· ἀλλ’ οὐχ’ ἓν ὁ διδάσκαλος εἶπεν· δεικνὺς ὅτι κἀν τῆ ταυτό
τητι τῆς μιᾶς ὑποστάσεως, μεμένηκεν ἡ φυσικὴ τῶν ἡνωμένων ἑτερότης ἀσύγχυτος·
εἴπερ τὸ μὲν ὑποστάσεως· τὸ δὲ φύσεως ὑπάρχει δηλωτικόν· τὸ γὰρ ἵνα γένω
μαι τοσοῦτον θ(εὸ)ς, ὅσον ἐκεῖνος ἄν(θρωπ)ος, οὐκ ἐμὸν λέγειν τοῦ ῥυπωθέντος τῆ ἁμαρτία· καὶ
τελείως τῆς ὄντως οὔσης ἀνορεκτοῦντος ζωῆς· ἀλλ’ ὑμῶν τῶν ἀπολείψει τελεία τῆς φύσεως·
ἐκ μόνης γνωριζομένων τῆς χάριτος· καὶ μελλόντων ἐκ τῆς κατ’ αὐτὴν τοσοῦτον
διαδειχθῆναι δυνάμεως, ὅσον ὁ φύσει θ(εὸ)ς τῆς ἡμῶν σαρκωθεὶς ἀσθενείας με
τείληφεν· ἀντιμετρουμένης ὡς οἶδεν αὐτὸς τῆ αὐτοῦ κενώσει τῆς τῶν χάριτι σω
ζομένων θεώσεως· ὅλων θεοειδῶν· καὶ ὅλου θ(εο)ῦ χωρητικῶν καὶ μόνου γενησομένων· Τοῦτο γὰρ ἡ τελείωσις· πρὸς ἣν σπεύδουσιν, οἱ ταύτην ἀληθῶς ἔσεσθαι τὴν ἐπαγγελίαν πιστεύσαντες:- Τοῦ αὐτοῦ ἐκ τοῦ β̅ (δευτέρου) περὶ υἱοῦ λόγου· εἰς τὸ ὁ μὲν
γὰρ λόγος, οὔτε ὑπήκοος ἦν, οὔτε ἀνήκοος· τῶν γὰρ ὑπὸ χεῖρα ταῦτα καὶ τῶν δευτέρων· τὸ μὲν τῶν εὐγνωμονεστέρων. τὸ δὲ, τῶν ἀξίων κολάσεως· ὡς δὲ δούλου μορφὴ, συγκαταβαίνει τοῖς ὁμοδούλοις καὶ δούλοις· καὶ μορφοῦται τὸ ἀλλότριον·
ὅλον ἐν ἑαυτῶ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν· ἵνα ἐν ἑαυτῶ δαπανήση τὸ χεῖρον· ὡς κηρὸν πῦρ· ἢ ὡς ἀτμίδα γῆς ἥλιος· κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν σύγκρασιν· διατοῦτο ἔργω τιμᾶ τὴν ὑπακοὴν· καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν·
οὐ γὰρ ἱκανὸν ἡ διάθεσις· ὥσπερ οὐ δὲ ἡμῖν· εἰ μὴ καὶ διὰ τῶν πραγμάτων χωρήσαιμεν· ἔργον γὰρ ἀπόδειξις διαθέσεως· οὐ χεῖρον δὲ ἴσως κἀκεῖνο ὑπολαβεῖν· ὅτι δοκιμάζει τὴν ἡμετέραν ὑπακοὴν· καὶ πάντα μετρεῖ τοῖς ἑαυτοῦ πάθεσι
τὰ ἡμέτερα καὶ πόσον μὲν ἀπαιτούμεθα· πόσον δὲ συγχωρούμεθα· λογιζομένης μετὰ τοῦ πάσχειν καὶ τῆς ἀσθενείας:- ὡς μὲν γὰρ φύσει θ(εὸ)ς λόγος, ὑπακοῆς φησὶ καὶ παρακοῆς πάντως ἐλεύθερος· ὅτι καὶ φύσει πάσης ἐντολῆς, ὡς κ(ύριο)ς ὑπάρχει
δοτὴρ· ἧς ἡ μὲν ὑπακοὴ. τήρησίς ἐστιν. ἡ δὲ παρακοὴ, παράβασις· τῶν γὰρ φύσει κινουμένων· ὁ κατ’ ἐντολὴν νόμος. καὶ ἡ κατ’ αὐτὸν πλήρωσις ἐστὶ καὶ παράβασις· οὐχὶ οὗ φύσει τὸ εἶναι στάσις ἐστίν· ὡς δὲ δούλου μορφὴ· τουτέστιν
ἄν(θρωπ)ος φύσει γενόμενος, συγκατέβη τοῖς ὁμοδούλοις καὶ δούλοις· μορφωθεὶς τὸ ἀλλότριον ἅμα τῆ φύσει· καὶ τὸ καθ’ ἡμᾶς τῆς φύσεως ὑποδὺς παθητόν· ἀλλότριον γὰρ τοῦ κατὰ φύσιν ἀναμαρτήτου· τὸ τοῦ ἁμαρτήσαντος
ἐπιτίμιον· ὅπέρ ἐστι τὸ διὰ τὴν παράβασιν κατακριθὲν τῆς ὅλης φύσεως παθητόν· εἰ δὲ κενωθεὶς μὲν, δούλου μορφὴ· τουτέστιν ἄν(θρωπ)ος· συγκαταβὰς δὲ μορφοῦται τὸ ἀλλότριον· τουτέστιν ἄν(θρωπ)ος φύσει γίνεται παθητὸς· κένωσις ἄρα περὶ
αὐτὸν ὡς ἀγαθὸν ὁμοῦ καὶ φιλάν(θρωπ)ον θεωρεῖται καὶ συγκατάβασις· ἡ μὲν ἄν(θρωπ)ον ἀληθῶς· ἡ δὲ, φύσει παθητὸν ἄν(θρωπ)ον ἀληθῶς ὄντα δεικνῦσα γεγενημένον· διὸ φησὶν ὁ διδάσκαλος· ὅλον ἐν ἑαυτῶ ἐμὲ φέρων μετὰ τῶν ἐμῶν·
τουτέστι τὴν ἀν(θρωπεί)αν φύσιν ὁλόκληρον· ἑνώσει τῆ καθ’ ὑπόστασιν. μετὰ τῶν αὐτῆς ἀδιαβλήτων παθῶν· οἷς ἡμῶν δαπανήσας τὸ χεῖρον· δι’ ὃ τῆ φύσει τὸ παθητὸν ἐπεισεκρίθη· λέγω δὲ τὸν ἐκ
τῆς παρακοῆς νόμον τῆς ἁμαρτίας. οὗ κράτος ἐστὶν ἡ παρὰ φύσιν τῆς ἡμετέρας γνώμης διάθεσις· ἐμπάθειαν τῶ παθητῶ τῆς φύσεως ἐπεισάγουσα· κατ’ ἄνεσιν καὶ ἐπίτασιν· οὐ μόνον σέσωκεν ὑπὸ τῆς ἁ
μαρτίας κατεχομένους· ἀλλὰ καὶ θείας δυνάμεως μεταδέδωκεν· ἐν ἑαυτῶ λύσας ἡμῶν τὸ ἐπιτίμιον· ψυχῆς ἀτρεψίαν· καὶ σώματος ἀφθαρσίαν ἐργαζομένης, ἐν τῆ περὶ τὸ φύσει καλὸν τῆς γνώμης ταυτότητι
τοῖς ἔργω τιμᾶν τὴν χάριν σπουδάζουσιν· ὅπερ οἶμαι διδάσκων ὁ ἅγιος φησίν· ἵνα ἐν ἑαυτῶ δαπανήση τὸ χεῖρον· ὡς κηρὸν πῦρ· ἢ ὡς ἀτμίδα γῆς ἥλιος· κἀγὼ μεταλάβω τῶν ἐκείνου διὰ τὴν
σύγκρασιν· καθαρὸς δηλαδὴ τῆ χάριτι πάθους ἴσως ἐκείνω γενόμενος· οἶδα δὲ καὶ λόγον ἕτερον περὶ τοῦ μορφοῦται τὸ ἀλλότριον, παρά τινος ἁγίου σοφοῦ τε καὶ λόγον καὶ βίον μαθών. Ἔλε γε
γὰρ ἐρωτηθεὶς ἐκεῖνος· ἀλλότριον εἶναι τοῦ λόγου φύσει τὴν ὑπακοὴν, ὥσπερ καὶ τὴν ὑποταγὴν· ἣν ὑπὲρ ἡμῶν παραβάντων τὴν ἐντολὴν ἐκτίσας, ὅλην εἰργάσατο τοῦ γένους τὴν σ(ωτη)ρίαν· ἑαυτοῦ
ποιούμενος τὸ ἡμέτερον· διατοῦτο ἔργω τιμᾶ τὴν ὑπακοὴν, νέος ἀδὰμ ὑπὲρ τοῦ παλαιοῦ φύσει γενόμενος· καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν. διὰ τῶν αὐτῶν ἑκουσίως ἡμῖν ἐνεχθεὶς
παθημάτων· εἴπερ κατὰ τοῦτον ἀληθῶς τὸν μέγαν διδάσκαλον ἐκοπίασε καὶ ἐπείνησε καὶ ἐδίψησε καὶ ἠγωνίασε καὶ ἐδάκρυσε νόμω σώματος· ὃ δὴ σαφὴς ἐνεργοῦς ἐστιν ἀπόδει
ξις διαθέσεως· καὶ τῆς πρὸς τοὺς ὁμοδούλους τὲ καὶ δούλους τεκμήριον συγκαταβάσεως· δεσπότης γὰρ φύσει μεμένηκε· καὶ δοῦλος δι’ ἐμὲ τὸν φύσει δοῦλον γενόμενος· ἵνα ποιήση δεσπότην
τοῦ δι’ ἀπάτης τυραννικῶς κυριεύσαντος· διὰ τοῦτο τὰ μὲν δουλικὰ. δεσποτικῶς ἐνεργῶν· τουτέστι τὰ σαρκικὰ θεϊκῶς, τὴν ἀπαθῆ καὶ φύσει δεσπόζουσαν ἐν τοῖς σαρκικοῖς ἐπεδείκνυτο δύ
ναμιν, διὰ πάθους τὴν φθορὰν ἀφανίζουσαν· καὶ διὰ θανάτου ζωὴν δημιουργοῦσαν ἀνώλεθρον· τὰ δεσποτικὰ δὲ πράττων δουλικῶς· τουτέστι τὰ θεῖα σαρκικῶς, τὴν ἄφατον ἐνεδείκνυτο κένωσιν, διὰ σαρ
κὸς παθητῆς, τὸ γένος ἅπαν, τῆ φθορᾶ γεωθὲν θεουργοῦσαν· τῆ γὰρ τούτων ἐπαλλαγῆ, σαφῶς ἐπιστοῦτο τάς τε φύσεις ὧν αὐτὸς ὑπόστασις ἦν· καὶ τὰς αὐτῶν οὐσιώδεις ἐνεργείας· ἤγουν κινήσεις· ὧν αὐτὸς ἕνο σις
ἦν ἀσύγχυτος· μὴ δεχομένη διαίρεσιν κατ’ ἄμφω τὰ φύσεις· ὧν αὐτὸς ὑπόστασις ἦν· εἴπερ ἑαυτῶ προσφυῶς· μοναδικῶς τουτέστιν, ἑνοειδῶς ἐνεργῶν· καὶ δι’ ἑκάστου τῶν ὑπ’ αὐτοῦ γινομένων, τῆ
δυνάμει τῆς ἑαυτοῦ θεότητος· ἀχωρίστως συνεκφαίνων τῆς οἰκείας σαρκὸς τὴν ἐνέργειαν· αὐτοῦ γὰρ ἑνὸς ὄντος, οὐδὲν ἑνικώτερον οὐ δ’ αὐτοῦ πάλιν τῶν ἑαυτοῦ παντελῶς ἑνωτικώτερον ἢ σωστικώτερον· διατοῦτο
καὶ πάσχων, θ(εὸ)ς ἦν ἀληθῶς· καὶ θαυματουργῶν, ἄν(θρωπ)ος ἦν ὁ αὐτὸς ἀληθῶς· ὅτι καὶ φύσεων ἀληθῶν, καθ’ ἕνωσιν ἄρρητον ὑπόστασις ἦν ἀληθής· αἷς καταλλήλως τε· καὶ προσφυῶς ἐνεργῶν ἐδείκνυτο· σώζων αὐτὰς
ἀληθῶς ἀσυγχύτους σωζόμενος· εἴπερ ἀπαθὴς μεμένηκε φύσει καὶ παθητὸς· ἀθάνατος καὶ θνητὸς· ὁρατὸς καὶ νοούμενος· ὡς φύσει θ(εὸ)ς καὶ φύσει ἄν(θρωπ)ος ὁ αὐτός· οὕτω μὲν οὖν κατ’ ἐμὲ φάναι τιμᾶ
τὴν ὑπακοὴν ὁ φύσει δεσπότης· καὶ πειρᾶται ταύτης ἐκ τοῦ παθεῖν· οὐχ’ ἵνα σώση μόνον τοῖς ἑαυτοῦ τὴν ἅπασαν φύσιν ἀποκαθήρας τοῦ χείρονος. ἀλλ’ ἵνα καὶ τὴν ἡμετέραν ὑπακοὴν δοκιμάση· μανθάνων
τῆ πείρα τῶν ἡμετέρων τὰ καθ’ ἡμᾶς· ὁ πᾶσαν γνῶσιν φύσει περιγράφων· πόσον μὲν ἀπαιτούμεθα· πόσον δὲ συγχωρούμεθα πρὸς τὴν τελείαν ὑποταγὴν· δι’ ἧς προσάγειν πέφυκε τῶ π(ατ)ρὶ τοὺς σωζομένους·
μὲν τε καὶ λαμβανόμενον. τριάδα τελείαν, ἐκ τελείων τριῶν·
μονάδος μὲν κινηθείσης, διὰ τὸ πλούσιον· δυάδος δὲ ὑπερβα
θείσης· ὑπὲρ γὰρ τὴν ὕλην καὶ τὸ εἶδος ἐξ ὧν τὰ σώματα· τριά
δος δὲ ὁρισθείσης. διὰ τὸ τέλειον· πρώτη γὰρ ὑπερβαίνει δυά
δος σύνθεσιν· ἵνα μήτε στενὴ μένη θεότης, μήτε εἰς ἄπει
ρον χέηται· τὸ μὲν γὰρ ἀφιλότιμον· τὸ δὲ ἄτακτον· καὶ τὸ μὲνον
Ἰουδαϊκὸν παντελῶς. τὸ δὲ Ἑλληνικὸν καὶ πολύθεον· σκοπῶ
δὲ κἀκεῖνο· καὶ ἴσως οὐκ ἀπαιδεύτως οὐδὲ ἀμαθῶς, ἀλλὰ καὶ λίαν
ἐπεσκεμμένως· ὅτι σοὶ μὲν κίνδυνος οὐδὲ εἷς, γεννητὸν εἰσά
γοντι τὸν υ(ἱό)ν· οὐ γὰρ μὴ πάθη τι γεννῶν ὁ ἀγέννητος τῶν σωματικῶν
τὲ καὶ ὑλικῶν. ὅτι μηδὲ σῶμα· καὶ τοῦτο αἱ κοιναὶ περὶ θ(εο)ῦ παρα
χωροῦσιν ὑπολήψεις· ὥστε τί φοβούμεθα φόβον. οὗ μὴ ἔστι
φόβος· καὶ ἀσεβοῦμεν διακενῆς ὃ δὴ λέγεται· ἐμοὶ δὲ κίνδυνος
ζημιωθῆναι θεότητα, εἰ τὸ κτίσμα παραδεχοίμην· οὐ γὰρ
θ(εὸ)ς τὸ κτιζόμενον· οὐδὲ δεσποτικὸν τὸ ὁμόδουλον. κἂν τὰ πρῶ
τα φέρηται δουλείας καὶ κτίσεως· καὶ τοῦτο μόνον φιλανθρωπεύη
ται ὑβριζόμενον· ὁ γὰρ τῆς ὀφειλομένης ἀποστερῶν τιμῆς. οὐ μᾶλλον τι
μᾶ τῶ διδομένω, ἢ ἀτιμάζει τῶ ὑφαιρουμένω, κἂν προσποί
ησιν ἔχη τιμῆς τὸ γινόμενον· καὶ εἰ σοὶ πλάττεται πάθη περὶ
τὴν γέννησιν, κἀμοὶ περὶ τὴν κτίσιν· οὐδὲ γὰρ τὸ κτιζόμενον
ἀπαθῶς οἶδα κτιζόμενον· εἰ δὲ μὴ γεγέννηται κατὰ σὲ μηδὲ
ἔκτισαι, δέξαι τοῦ λόγου σοι τὸ λειπόμενον· ὁ μικροῦ τὸ ἴσον
λέγειν τολμῶν διὰ τῆς προσηγορίας τοῦ κτίσματος· σοὶ μὲν οὖν οὐ
δὲν ἀνεπιχείρητον οὐδὲ ἀτόλμητον τῶ κακῶ βραβευτῆ καὶ
διαιτητῆ τῆ θεότητος· οὐ γὰρ εἶχες ἄλλως εὐδοκιμεῖν· ἢ μακρὰν
ἐκβάλλων θ(εὸ)ν· δεσποτείας· ὥσπερ ἐνταῦθα οἱ τυραννικοὶ τὸν
τρόπον καὶ πλεονεκτικοὶ. τοὺς ἀσθενεστέρους. ἐγὼ δὲ
μίαν φωνὴν, τὴν αὐτὴν καὶ σύντομον φθέγξομαι· τριὰς ὡς ἀ