Paleografia greca dall'Antichità al Rinascimento [di T. Janz]

239r: Vat.gr.1635 — Si noti la concordanza

Resource type:
Annotation
Manuscript:
Vat.gr.1635
Annotation text:

Si noti la concordanza della scrittura con le scritture coeve di carattere documentario.

Section:
1r-284v Iohannes Climacus: Scala paradisi. Gradus I-XIII cum commentario

Altre annotazioni in questo foglio

  • Evidente è la presenza di forti elementi della scrittura di Reggio: tra cui l’alternanza di modulo tra lettere più strette e letter più larghe e la forte percentuale di lettere maiuscole.

  • Rispetto allo stile di Reggio, si noti invece l’influenza della scrittura documentaria nelle ricorrenti legature e abbreviazioni. Svolazzi e ingrandimenti di lettere nell’ultimo rigo del foglio.

  • πρὸς θυμὸν κινούμενον μετὰ ὀδόντων πατάγου· καὶ τὴν τροφὴν

  • τῆς ψυχῆς οὐ μόνον τρίβοντα καὶ λεαίνοντα. ἀλλὰ καὶ παντελῶς

  • ἀφανίζοντα· ῥοπὴ δέ ἐστι, κίνησίς τις ἀκράτητος φερομένη

  • καὶ μετὰ πλείστης σοφοδρότητος· οὐδόλως ἐφ᾿ ἑαυτῆ στῆναι δυ

  • ναμένη μετὰ τὴν ἀρχὴν τῆς φορᾶς. ἕως ἂν τινὶ προσεγγίσειε

  • τῶ δυναμένω παῦσαι αὐτήν· καὶ τὸ ἐφεξῆς δὲ τὴν τοχυ

  • τάτην κίνησιν τοῦ θυμοῦ ὑπεμφαίνει καὶ τὸν ἀγρὸν τῆς

  • καρδίας τὸν μυρίοις εἴδεσι φυτῶν κομῶντα· ὃν δὴ ταχέως 

  • ὁ θυμὸς κατεμπίπρησί τε καὶ ἀπολλύει· ἔστι γὰρ ὁ θυμὸς, 

  • θηρίον ἢ πῦρ εὐκόλως ἐκπηδῶν καὶ δια τοῦτο μυρίων

  • θηριγκίων περιφραγμάτων χρεία ἡμῖν πρὸς τὸ περιτεμέσθαι

  • αὐτοῦ· ἔστι γὰρ πῦρ ὄντως θυμὸς καὶ ζάλη μεγάλη· καὶ ἐκ ἂν

  • μέρος τί τοῦ ὅλου σώματος ταύτη ἂν τὴν βίαν ἀνάσχοιτο·

  • ὅθεν ὥσπερ ἔκτινων λίθων τῶν ὀστῶν ὠκ οδόμησεν ὁ Θ(εὸ)ς

  • ὥσπέρ τι ἔρεισμα τούτω ὑποτιθεὶς· ὥστε μὴ διαρρήξαντες

  • ποτε μὴ δὲ διατεμόντα ἐυκόλως τὸ πᾶν λυναίνεσθαι· οὐχ᾿ οὕ

  • τω λέων τὰ σπλάγχνα διασπαρέξαι δύναται τὰ ἡμέτερα,

  • ὡς θυμὸς τοῖς σιδηροῖς ὄνυξι διημεκῶς ἐγκαθήμενος, ἀ

  • πόλλυσιν ἅπαντα· οὐ γὰρ δὴ τῶ σώματι λυμαίνεται μόνη,

  • ἀλλὰ καὶ ἀυτὴν τῆς ψυχῆς διαφθείρει τὴν ὑγίειαν· ἀλλ᾿οὐ

  • δὲ τοῦτο ἡμᾶς λανθάνειν χρή· οἱ πονηροὶ γὰρ καὶ βάσκανοι

  • δαίμονες ἔν τινι καιρῶ ὑποστέλλουσιν ἑαυτοὺς καὶ ὑποβιβα

  • ζουσιν· ἵν᾿ ὢς μικροτάτων τῶν μεγάλων παθῶν ἡμεῖς ἀ

  • μελήσαντες, ἀνίατα λοιπὸν νοσήσωμεν· καὶ αὐθεράπευτα·

  • ὥσπερ δὲ λίθος σκληρός τις ὀξύγωνος ἐν ἑτέροις λίθοις συγκρουό

  • μενός τε καὶ συρρηγνύμενος, ἅπασαν ῥαδίως τὴν ὀξεῖαν

  • καὶ σκληρὰν αὐτοῦ διάπλασιν διαθρύπτεται καὶ στρογγυλοδής

  • τις αἴφνης ἀποκαθίσταται, οὕτω καὶ ψυχὴ ὀξεῖα τίς καὶ ἀπότο

  • μος, πλήθει σκληρῶν ἀνδρῶν συνδιάγουσα, τῶν δύο τὸ ἕτερη

  • ὑπενέγκοι ἄν· ἢ διὰ τῆς ὑπομονῆς καρτερίας τὸ οἰκεῖον