128: Vat.gr.588 — Compattezza ed eleganza della
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.588
- Annotation text:
Compattezza ed eleganza della mise en page. La scrittura è inquadrata armoniosamente in margini bianchi che si mantengono uguali in tutto il volume. Le righe sono scandite con un ritmo regolare. Il ductus è minuto ed elegante ingrandendosi e rimpicciolendosi all’occorrenza.
- Section:
- p. 3-269 Cyrillus, s., patriarca di Alessandria: Thesaurus de sancta consubstantiali Trinitate
Altre annotazioni in questo foglio
Si mettono in evidenza le caratteristiche legature alpha-pi ed epsilon-pi, quest’ultim resa come semplice accostamento.
Sono presenti delle abbreviazioni tachigrafiche.
Κεφάλαιον ιθ´.
πρὸς τοὺς λέγοντας ὅτι ὁ υἱὸς, οὐκ ἔστιν ἀληθινòς λόγος τοῦ π(ατ)ρ(ό)ς,
ἀλλ᾿ ἕτερός ἐστι παρ᾿αὐτὸν τῇ φύσει καὶ ξένος. τὸ δὲ ἐντεῦθεν συναγό
μενον, ὅτι καὶ ὁμοούσιος τῷ π(ατ)ρὶ. καὶ οὐκ ἔξωθεν, ἀλλ᾿ ἐκ
τῆς οὐσίας ἐστὶν αὐτοῦ: -
Ἀντίθεις ὡς ἐκ τῶν εὐνομίου:
Εἰ λόγος φησίν ἐστιν ὁ υἱὸς ὁμοούσιον δὲ αὐτὸν εἶναι φατὲ τῷ π(ατ)ρί, μὴ διαλλατ-
τέω κατά τι γοῦν ὡς πρὸς αὐτόν. οὕτω γὰρ ἂν εἴη καὶ ὁμοούσιος. εἰ δὲ τοῦτο, κα-
λείσθω καὶ ἔστω λόγος καὶ π(ατ)ὴρ. ἀλλ᾿ οὐ παραδέξεται τοῦτο τῆς θείας γραφῆς ὁ σκοπὸς·
καὶ τῶν ἁγίων ἀποστόλων τὸ κήρυγμα · π(ατέ)ρα γὰρ οἶδε τὸν π(ατέ)ρα καὶ οὐχ υἱόν, καὶ πάλιν
τὸν υἱὸν ἐν μόνῃ τῇ τοῦ υἱοῦ προσηγορίᾳ τηρεῖ. οὐκ ἐῶσα καλεῖσθαι οὐδὲ εἶναι π(ατέ)ρα.
ἕτερος ἄρα παρ᾿ αὐτόν ἐστι καὶ διεστηκὼς κ(α)τ(ὰ) τὴν οὐσίαν οὐκοῦν, οὐ λόγος ἀληθινὸς
οὐδὲ ἐξ ἑαυτοῦ προελθὼν ὁ φύσει μεμερισμένος : -
Προς ταῦτα λύσις.
Καὶ ποῦ τὸν Ἰωάννην ὦ βέλτιστε θήσεις λόγον ἀποκαλοῦντα τὸν υἱὸν καὶ ταύτην αὐτῷ
κυριωτάτην ἀνατιθέντα τὴν ἐπωνυμίαν, καὶ τῆς οὐσίας αὐτοῦ μάλιστα σημαντικήν.
φάσκει γὰρ ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θ(εό)ν · καὶ θ(εο)ς ἦν ὁ λόγος·
ὁρᾷς ὅπως τῆς οὐσίας τοῦ υἱοῦ παραστατικόν ἐστι τοὔνομα καὶ τὸ καλεῖσθαι λόγον
ὅπέρ ἐστι κ(α)τ(ὰ) φύσιν σημαίνει θ(εὸ)ς γὰρ ἦν ὁ λόγος, φησίν · εἰ δὲ μὴ φύσεως εἴη καὶ τῆς
οὐσίας δηλωτικὸν ἐπὶ τοῦ υἱοῦ τὸ λόγος ὄνομα · σημαίνει τὶ πάντως ἕτερον, καὶ
ζητεῖν ἀναγκαῖον τὶ κ(α)τ(ὰ) φύσιν ὢν υἱὸς ἐκλήθη λόγος · εἰ μὴ τὴν οὐσίαν αὐτοῦ
σημαίνει τοὔνομα οἷον, τέκτονά τις εἰπὼν ἢ λιθοξόον ἢ ταχυγράφον. οὐ τί ἐστι
κ(α)τ(ὰ) φύσιν τὸ σημαινόμενον ὁρίζεται · ἀλλ᾿ οἷον ἔχει τὸ ἐπιτήδευμα μηνύει · εἰ τοί-
νυν οὐ τὴν οὐσίαν τοῦ υἱοῦ σημαίνει τοὔνομα, καὶ τὸ καλεῖσθαι λόγον, οὐ τί εστι κ(α)τ(ὰ) φύσιν
παρίστησιν αὐτόν. ἀλλὰ φέρε εἰπεῖν οἷον ἔχει τὸ ἐπιτήδευμα, τὶ μάτην τὸν εὐαγ-
γελιστὴν θαυμάζομεν· πῶς δὲ υἱὸς ἐκλήθη βροντῆς, ὡς μέγά τι λαλήσας καὶ
ὑπέρογκον, καίτοι πολλοῖς ἑτέροις ὀνόμασιν ἀποκαλούσης τὸν υἱὸν τῆς θείας γρα-
φῆς · ἀλλὰ λόγον εἰρηκὼς, παράδοξόν τι καὶ ὑπερφυὲς ἐφθέγξατο · καὶ οὐδὲν ἕτερον
ἐπ᾿αὐτῷ προστέθεικεν, οἷον ἐπὶ τοῦ Παύλου φαίνεται. τὸ, Παῦλος ἀπόστολος. ἠρκέσθη
δὲ τῷ εἰπεῖν λόγον, είς τὸ παραστῆσαι τοῦ υἱοῦ τὴν οὐσίαν. αὐτὸς ἄρα ἐστὶν ὁ ἀληθι-
νὸς λόγος τοῦ π(ατ)ρ(ὸ)ς καὶ οὐχ ἕτερός τις παρ᾿ ἐκεῖνον : -
Εἰ διὰ ταύτην ὑπειλήφασι τὴν αἰτίαν οἱ χριστομάχοι μὴ εἶναι τὸν υἱὸν ὁμοούσιον
τῷ π(ατ)ρὶ. ἐπεὶ μήτε ὁ π(ατ)ὴρ λόγος ἐστὶ, μήτε ὁ λόγος π(ατ)ὴρ καὶ τὴν ἑνότητα τῆς φύ-
σεως τῷ διαφόρῳ τῶν ὀνομάτων διατέμνει<ν> δύνασθαι πεπιστεύκασι, λεγέτωσαν ἡμῖν
πῶς ὁ προπάτωρ Ἀδὰμ ὁμοούσις ἔσται πρὸς τὸν ἐξ αὐτοῦ γεγονότα. οὔτε αὐτὸς
Ἄβελ εἶναι δυνάμενος, οὔτε μὴν τοῦ Ἄβελ ἐσομένου ποτὲ Ἀδὰμ. ἀλλ᾿ οὐκ ἐκβάλ-
λει τῆς οὐσίας τὴν ταυτότητα τῶν ὀνομάτων ἡ διαφορὰ, καὶ εἰ τοῦτο ἐπὶ γενητῆς καὶ