45r: Barb.gr.252 — La scrittura dell’Albini è
- Resource type:
- Annotation
- Manuscript:
- Barb.gr.252
- Annotation text:
La scrittura dell’Albini è ascrivibile al filone barocco delle grafie umanistiche, caratterizzato da ingrossamenti di alcune lettere, da allungamenti e restringimenti artificiosi di alcuni tratti e da svolazzi nelle parti terminali.
- Section:
- 41r-112v Porphyrii opera, 45r-112v Porphyrius Tyrius: De abstinentia, and 45r-63v Lib. I
Altre annotazioni in questo foglio
Πορφυρίου φιλοσόφου περὶ ἀποχῆς ἐμφύχων, πρῶτον.
Τῶν πρὸς ἡμᾶς ἡκόντων ὦ Φίρμε, πυθόμενος ὡς
τῆς ἀσάρκου καταγνοὺς τροφῆς ἐπὶ τὴν ἔνσαρκον
ἀναδεδράμηκας πάλιν βοράν, κατ’ ἀρχὰς μὲν ἠπίστουν
τῆς τε σῆς σωφροσύνης στοχαζόμενος, καὶ τῆς εὐλαβείας
ἣν πρὸς τοὺς ταῦτα ὑποδείξαντας παλαιούς τε ὁμοῦ, καὶ
θεοφόβους ἄνδρας πεποιήμεθα· ἐπεὶ δὲ καὶ ἄλλοι ἐπὶ τοῖς
πρώτοις μηνύοντες, τὴν ἀγγελίαν ἐβεβαίουν· τὸ μὲν ἐπιπλή-
ττειν σοι, οὔτε κατὰ τὴν παροιμίαν φυγῆ κακοῦ τὸ ἄμεινον
εὑρόντι, οὔτε κατὰ τὸν Ἐμπεδοκλέα τὸν μὲν πρότερον ἀπο-
δυαμένω βίον, εἰς δὲ τὸν βελτίω ὑποστρέψαντι, ἀγροῖκόν
τ’ εἶναι ἐδόκει καὶ πόρρω τῆς κατὰ τὸν λογισμὸν πειθοῦς
εὑρισκομένης· τὸ δ’ αὖ διὰ τοῦ λόγου τὸν ἔλεγχον τῶν
ἁμαρτημάτων ἐκκαλύπτειν, ἀφ’ οἵων τε εἰς οἷα καταβέβηκας
μηνύειν, τῆς τε πρὸς ἀλλήλους φιλίας ἀντάξιον καὶ τῶν
πρὸς ἀλήθειαν τὸν αὑτῶν βίον συνταξαμένων εἶναι ἐδικαίουν.
καὶ γάρ μοι κατ’ ἐμαυτὸν λογιζομένω τὴν τῆς μεταθέσεως
αἰτίαν, ὑγείας μὲν καὶ ῥώμης ὡς ἂν ὁ πολὺς καὶ ἰδιώτης
φαίη ὄχλος, οὐκ ἂν μεταβαλέσθαι φήσαιμι· τοὐναντίον γὰρ
καὶ πρὸς ὑγίειαν καὶ πρὸς σύμμετρον ὑπομονὴν τῶν πρό
φιλοσοφίαν πόνων· τὴν ἄσαρκον δίαιταν αὐτὸς συνὼν
ἡμῖν ὡμολόγεις συμβάλλεσθαι· τῆ τε πείρᾳ γινώσκειν
πάρεστιν, ὡς ταῦτα λέγων ἠλήθευες. ἢ δι’ ἀπάτην οὖν ἢ
τὸ μηδὲν διαφέρειν ἡγεῖσθαι πρὸς φρόνησιν τὸ οὕτως ἢ ἐκείνως
διαιτᾶσθαι· ἢ δι’ ἄλλην ἴσως αἰτίαν ἣν ἀγνοῶ τὸν φόβον τῆς
ἐν τῷ παραβαίνειν ἀσεβείας ἐπαρτῶσαν μείζονα, ἐπὶ τὰ
Nel testo δυραμένω.
Theta espunto e corretto in tau in interlinea.
Nel testo ὑγείαν.
-αν finale corretto in ᾳ con ny cancellato da un tratto obliquo.
μὴ corretto in ἢ a margine.
I nuclei di alcune lettere tendono ad espandersi come omicron, ypsilon e omega.
Altri tratti tendono ad accorciarsi o ad allungarsi artificiosamente in una impressione generale armoniosa.
Ornamentazione monocroma in rosso sia per il fregio posto nel margine superiore sia per l’iniziale tau iniziale. Il richiamo è allo stile “fiorito”.