Paleografia greca dall'Antichità al Rinascimento [di T. Janz]

148r: Vat.gr.1899.pt.1 — La scrittura, che Wilson

Resource type:
Annotation
Manuscript:
Vat.gr.1899.pt.1
Annotation text:

La scrittura, che Wilson esita a definire stile, è caratterizzata dall’ingrandimento del modulo di alcune lettere, in particolare gamma e beta, che presentano forma maiuscola e tratti fortemente ricurvi. Non si tratta di un vero e proprio stile perché non presenta caratteri definiti e costanti: infatti le due lettere ricorrono anche in altre forme grafiche dell’epoca.

Section:
83r-184r Aristides, Publius Aelius: Ad Platonem pro quattuor viris cum scholiis

Altre annotazioni in questo foglio

  • Si noti l'epsilon di forma simile ad omega.

  • Si noti il beta a forma di cuore.

  • Il gamma è maiuscolo con il tratto trasversale sinuoso.

  • Il tau sovrasta le altre lettere.

  • κ͞δ τοῦ πλεονεκτεῖν: ἐπειδὲ ὡς πλεονέκτας αὐτοὺς λοιδωρεῖ· εὐκαίρως ἀπε

    λύσατο τὴν αἰτίαν: κ͞ε τὰς ἄνω προσθήκας: τὰς δηλούσα

    αὐτοῖς μὲν κατορθώσασθαι τι· πλάτωνι δὲ οὐδέν:-

  • óμεθα πάντως δ’ οὐκ ἄπειροι συν

  • θηκῶν ἡμεῖς· μήτε σὺ μέμνησο πρὸς

  • ἡμᾶς περὶ συμφορῶν οὔθ’ ἡμεῖς

  • πρὸς σὲ τούτω χρησόμεθα· ὡς 

  • οὐκ ἔστι μέσον οὐδὲν· ἀλλ’ ἢ καὶ ἡμᾶς

  • μετὰ σοῦ τούτοις ἑαλωκέναι δεῖ

  • ἢ καὶ σὲ καὶ ἡμᾶς ἀθώους ἀφι

  • έναι καὶ ἀποχρῆν· ἅ τινες τῶν

  • ἄλλων ἐξήμαρτον εἰς ἡμᾶς· Ταῦ

  • τ’ εἰπόντας ἂν αὐτοὺς οἶμαι ῥαδίως

  • πάλιν πορεύεσθαι παρὰ τοὺς πλείονας

  • εἰ δὴ κἀκείνους μετὰ τῶν πλειόνων

  • κεῖσθαι δοκεῖν ὥσπερ ἔγωγε

  • οὐκ οἶμαι· ἐγὼ μὲν οὖν ἥδιστ’ ἂν ἀμ

  • φοτέρων ἀποψηφιζοίμην· εἰ δέ τις

  • ἄλλως γιγνώσκει θρασυκάρ

  • διον ἄν τινα αὐτὸν φαῖεν οἱ ποιηταί· φέρε

  • δὴ καὶ τὰ παραδείγματα αὐτοῦ σκε

  • ψώμεθα. οὐκοῦν οἵ γε ἀγαθοὶ φησὶν

  • ἡνίοχοι κατ’ ἀρχὰς μὲν οὐκ ἐκπί

  • πτουσι τῶν σκευγῶν· ἐπειδὰν δὲ

  • θεραπεύσωσι τοὺς ἵππους· καὶ 

  • αὐτοὶ γένωνται ἀμείνους ἡνίοχοι

  • τότ’ ἐκπίπτουσι καὶ ἔτ’ ἄνω που

  • τὸν εἰς τὸν περικλέα· ὄνων γοῦν

  • φησὶν ἐπιμελητὴς· καὶ ἵππων

  • καὶ βοῶν τοιοῦτος ὢν κακὸς ἂν

  • γ̅ ἀποψηφιζοίμην: ὥσπερ δικαστὴς αὐτῶν γίνεται πλάτωνος

    καὶ τῶν ἀνδρῶν: δ̅ φέρε δὴ καὶ τὰ παραδείγματα:

    πρόσκειται αὐτῶ ἀνασκευᾶσαι τὰπαραδείγματα· οἷς παρα

    βάλλει τοὺς ἄνδρας· ἐντεῦθεν δὲ πλάτωνος τὰ ῥητά:

    ε̅ τότ’ ἐκπίπτουσι: ἀντὶ τοῦ οὐκ ἐκπίπτουσιν· αἱ γὰρ

    δύο ἀρνήσεις μίαν κατάθεσιν ποιοῦσιν· ἀλλ᾿ ἐ

    ξ ἀρχῆς ἐκπίπτουσι· πρὶν παιδεύουσι:-

  • κ͞β ἢ μηδ᾿ ἕτερα ὁμολογεῖς: μήτε τὰς νίκας μήτε τὰς συμφορὰς: κ͞γ

    οὐ δίκαιος ἦσθα μᾶλλον: ἐμφαίνει πάλιν ὡς μείζονα ἔ

    χουσιν ἀθηναῖοι τὰ κατορθώματα τῶν ἁμαρτημάτων:

  • βῆναι· ἐγὼ μὲν οἶμαι ταῦτα· οὐκοῦν

  • ὅτ’ ἀμφότερ’ ἂν φαίης ἐθέλειν μᾶ

  • λλον ἢ μηδέτερα ὁμολογεῖς, καὶ

  • τοῖς πεπολιτευμένοις ἡμῖν ἅπαντα

  • ἃ προσήκει προσεῖναι καὶ μει

  • ζόνως τὰ πρὸς εὐδοξίαν τῆ πόλει

  • τῆς αἰτίας εἶναι. πῶς οὖν οὐ

  • δίκαιος ἦσθα μᾶλλον ἐπαινεῖν

  • ἢ ψέγειν· εἰ γὰρ αὐτοῖς τοῖς ἡμαρ

  • τηκόσιν εἰς ἡμᾶς τὰ καλῶς βου

  • λευθέντα καὶ πραχθέντα πλεί

  • ονός ἐστι λόγου· καί τις ἂν οὐκ ἀλό

  • γως ταῦτα ἐκείνοις παρείη· πῶς

  • οὐχ ἡμᾶς γε δίκαιον ἀφεῖσθαι

  • πάσης αἰτίας· οἷς τῶν μὲν  

  • ἐγκλημάτων οὐδ’ ὁτιοῦν δή που

  • μέτεστι· τῶν δὲ εἰς ἔπαινον

  • ἡκόντων ἂν τἀληθῆ λέγειν ἐθέ

  • λης τὸ πλεῖστον· ἡμεῖς τοίνυν

  • πόλλ’ ἂν ἔχοντες ἡμᾶς αὐτοὺς

  • σεμνῦναι παραλείπομεν. ἀλλ’ ἵ

  • να εἰδῆς ὅσον ἡμῖν ἐπιεικείας

  • περίεστι καὶ ὅσον πανταχῆ τοῦ 

  • πλεονεκτεῖν ἐθέλειν ἀπέχομεν

  • ἔστω τὸ πᾶν κοινὸν ἀφαίρει

  • πάσας εἰ βούλει τὰς ἄνω προσ

  • θήκας· ἐπεὶ τοῖς ἴσοις καταλυ

  • κ̅ς̅ οὐκ ἄπειροι συνθηκῶν: ἐπειδὴ ῥητόρων ἐστὶ τὸ γράφειν

    συνθήκας καὶ ψηφίσματα· καὶ τὰ τοιαῦτα ῥήτορες καὶ οἱ

    περὶ μιλτιάδην· διὰ τοῦτο εἴπεν οὐκ ἀπειροι συνθήκων:

    ἅ τινες τῶν ἄλλων: ἀθηναίους λέγει· καὶ τοὺς περὶ διονύσιον α̅·

    πορεύεσθαι παρὰ τοὺς πλείονας: τοὺς νεκροὺς ἐπειδὴ τῶν ζώντων

    πλείους εἰσίν: β̅ εἰ δὴ κἀκείνους: ἄλλον αὐτοῖς βούλεται

    τόπον ἀποδοῦναι· ἢ τὸ ἠλύσιον· ἢ τὰς μακάρων νήσους:-

  • Lettere dal modulo grande, le cui forme si contrappongono a lettere di modulo più piccolo. Si noti l’omega di modulo ingrandito.