307r: Vat.gr.1296.pt.2 — Tendenza all’irregolarità e alla
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.1296.pt.2
- Annotation text:
Tendenza all’irregolarità e alla variatio: le lettere sono di modulo variabile, ora grandi ora piccole. I tratti si allungano e formano anse e/o occhielli. Si nota la comparsa e l’affermazione di legature e di nuovi usi.
- Section:
- 187r-392v Suidae lexicon
Altre annotazioni in questo foglio
Sono frequenti le abbreviazioni, o le inclusioni e le sovrapposizioni.
Aumentano le neoformazioni: lettere minuscole create a partire dalla maiuscola. beta, epsilon, eta, kappa, ny e phi.
μανικός· μαίνουρος· εἶδος ἰχθύος·
μαίνω· ἐνθουσιώδος κινοῦμαι· μαι
ονίδας· ὁ ὅμηρος· εἰ δ’ ἑάλος συγγνωστόν·
ἐπεὶ καὶ κοίρανος ὕμνων μαιονίδας
γρίφων ἰχθυβόλων ἔθανε τ᾿ ἂν ἷσα
μού σαις φθεγξαμέναν κεφαλάν ὦ ξέ
νε μαιονίδεω: μαίονος· ὄνομα κύριον:
μαιοτάλιμνος· ὄνομα τόπου: μαιόταλμος·
ποταμός: μαιωθήσονται· λοχευθήσονται
γεννηθήσονται θεραπευθήσονται·
μαιωτικὴ· χώρα· μαιώρεις· οἱ πρεσ
βύται· μαιῶτις· λίμνη σκυθίας:
μαίωτρα· μαιώτρων· μαῖρα. ὄνομα
κύριον· μεσαύλιος· ὁ μέσος τόπος τῆς
αὐλῆς· μέγα· ἀντὶ τοῦ μεγάλως· ἀριστο
φάνις νεφέλακις τοῦτο μέγα φροντίζετε·
μεγά· πολύ· οἱ δὲ μέγα δείσαντες ἐπ’ αὐ
τῶ διαβῦσι τὸν κίνδυνον ὅλω τῶ τάγμα
τι· καὶ αἰλιανός ὀλίγου χρόνου διελθόν
τος ἑάλω μέγα κακουργῶν· εἶτα μέντοι
ἐν ὄψει πολλῶν κατεπρήσθη ζῶν ἀντὶ τοῦ
ἐκαύθη· καὶ πάρδαλιν τοῦ αὐτοῦ μέγα
τιμίαν διάλιθον· καὶ αὖθις γυνὴ εὐπά
τωρ ἄν(θρωπ)ος καὶ μέγα πλουσία· μεγάβυζος:
ὄνομα κύριον· μεγάθυμος· μεγαλόψυχος·
μέγα καὶ μικρὸν: περὶ τὴν ἀκοὴν λέγεται·
λέγεται δὲ καὶ ἐπὶ τῶν ψόφων· καὶ τὸ μὲν
ἐν ψόφοις μέγα καὶ μικρὸν ἡ ἀκοὴ μόνη δύ
ναται διακρῖναι· τὸ δὲ ἐν σώμασι τὸ συ
νεχὲς, ἡ ἀφὴ καὶ γεῦσις διακρίνουσιν· ὅτε
δὲ λέγομεν φωνὴν λευκὴν, ἢ μέλαιναν, κα
τὰ ἀναλογίαν καὶ ὁμοιότητα τὴν ἀπὸ τῶν χρω
μάτων φαμέν· καὶ τοῦ μὲν ἐν ψόφοις
μέγα καὶ μικρὸν οὐκ ἔστιν ἑτέρα τις ἀντί
θεσις παρὰ τὸν ὀξὺν καὶ βαρὺν φθόγγον
ὥσπερ ἐπὶ τῆς ἁφῖς παρὰ τὸ θερμὸν καὶ ψυχρὸν
ἑτέρα παντελῶς ἀντίθεσις· τὸ βαρὺ
καὶ κοῦφον ἢ τραχὺ καὶ λεῖον καὶ τῶν ἄ
λλων ἑκάστη ἀλλὰ τὴν ἄνεσιν ἢ τὴν ἐπί
τασιν δηλοῖ τῶν ψόφων· τοῦτο δὲ οὐκ ἔ
στιν ἑτέρας ἀντιθέσεως ἴδιον τὸ τοιοῦ
το γοῦν μέγα καὶ μικρὸν ἐστίν εὑρεῖν, οἷ
ον τὸν μὲν τοῦ μέλιτος, εἰ τύχοι μέγαν·
τὸν δὲ τῆς ἰσχάδος μικρόν· ὅτι ἐπιτέ
ταται ἡ γλυκύτης ἐν τῶ μέλιτι ἀναι
ἄνθος: μαχλῶντες· πορνεύοντες· μα
χόμενον· ἐναντίον· τώ ἀκόλουθον· τουτέ
στιν ἀναγκαῖον μὴ εἶναι: μάψ· ματαίως:
μαψίδιον· μάταιον δαψηλές χαλεπόν
πολύ δεινόν· ἑκουσιον· καὶ μαψιδίως ὁμοίος
μαῖα· ἡ μάμμη ἡ τροφός· καὶ σὺ πέτρα
γλωχὶν μηλοσσόε μαιάδος ἑρμᾶ ἀντὶ
τοῦ τροφοῦ μητρός: μαίανδρος. ποταμὸς
λυδίας ἐν ἐπιγράμμασιν ἔκτανεμαι
ἄνδρου πατρι ἕλικτον ὕδωρ· καὶ μαιάν
δριον ὕδωρ καὶ πεδίον· μαιεύεται· πι
σίδης· μαιεύεται δὲ πᾶν τὸ τῆς ῥώμης γένος
τοὺς σοὺς ἐπαίνους ἐκπιέζον ὡς γάλα·
μαιευομένην· ἀντὶ τοῦ νεοτροφοῦσαν·
εὗρον γυναῖκα ὄρνιθας μαιευομένην:
μαιευόμενοι· ζητοῦντες ἐρευνῶντες:
μαιευτικῆς· ἰατρικῆς: μαιεύτρια· μαι
εία· ἡ μαίευσις: μαικήνας· ὄνομα κύριον·
ἐν τῶ συνδείπνω τοῦ μαικήνα τράπεζα
ἐγκώνιος ἦν· ἀντὶ τοῦ οὐ στρογγύλη· πλούταρ
χος: μαιμακτηριών· ὁ πέμπτος μὴν παρα
ἀθηναίοις, ὁ ἱαννουάριος· ὠνομάσθη δὲ
ἀπὸ διὸς μαιμάκτου. μαιμάκτις δὲ ἐστὶν
ὁ ἐνθουσιώδις καὶ ταρακτικός· ἀρχὴν δὲ
λαμβάνοντος τοῦ χειμῶνος ἐν τούτω τῶ
μηνὶ ὁ ἀὴρ ταράττεται καὶ μεταβολὴν ἴσχει:
μαιμαλίδις· μαιμάσσει· σφύζη· προθυ
μεῖ καταδαπανᾶται καταναλίσκεται κυ
ματοῦται· πηδᾶ· καχλάζει, κλονεῖται:
μαιμάχης: μαιμόωσα· καὶ μαιμῶ
σα· ἐνθουσιῶσα καὶ ὀξεως ὁρμῶσα·
ἡ τοῦ αἵματος γευστικῶς ἔχουσα τοῦ μ̅
πλεονάζοντος· καὶ σοφοκλῖς ἐπὶ τοῦ δι
ψῶσαν· καὶ πῶς ἐπέσχε χεῖρα μαιμῶ
σαν φόνου καὶ αὔθις· δεινὸν μαιμώσαις
ἐγκονέουσα κυσί· μαινάδας· μαινο
μένας ζητούσας βακχεύειν παραφό
ρους· καὶ ἀριστοφάνις μισῶ τ᾿ ἄνδρ’ ἐκεῖνον
εἰ μὴ μαίνομαι: μαιναδία· ἔλαφος· καὶ
μαιναδίων· ὁρμητικῶν· ἐν ἐπιγράμμασι·
ἄγκειται κεφαλαὶ μαιναδίων ἐλάφων:
μαίναλος ὄνομα κύριον· μαινάς· βάκχη·
μαίνεται· ὀργίζεται· μαινίς μαινίδος
εἶδος ἰχθύος ἀφύας: μαινόλης·