64r: Vat.gr.155 — Unico elemento decorativo: una
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.155
- Annotation text:
Unico elemento decorativo: una fascia intrecciata a tre capi all’inizio del testo di Teofane disegnata a inchiostro e arricchita da pennellate giallo chiaro, le stesse che servono ad evidenziare i titoli.
- Section:
- 64r-331v Theophanes, Confessor: Chronographia
Other annotations on this folio
Il titolo è scritto in maiuscola ogivale oblunga.
Le forme sono squadrate, con un tratteggio quasi geometrico come si può notare nella lettera ny.
Si noti la legatura nel testo ἐξ.
Si noti la legatura nel testo ἀγ.
Si noti la legatura nel testo ἀξ.
Abbreviazione per Costantinopoli.
Θεοφάνους ἀμαρτωλοῦ μοναχοῦ και ηγουμένου
τοῦ ἀγροῦ καὶ ομολογητοῦ· χρονογραφία· ετῶν
φ͞κη· αρχομένη ἀπο πρωτου έτους διοκλητιανοῦ
έως δευτέρου έτους μιχχαὴλ· καὶ θεοφίλου ὑιου αὐτου
ε͞ψο͞ζ έτους τοῦ κόσμου· εως ετους ς̅τ̅κ̅α̅· κα
τα τους ἀλεξανδρεῖς· κατα δε ρωμαιους· ς̅τ̅κ̅α̅
Ὁ μὲν μακάριος ἀββᾶς γεώργιος· ὁ καὶ σύγκελλος
γεγονὼς ταρασίου τοῦ ἁγιωτάτου πατριάρχου κω(νσταντινου)πό(λεως)
ἐλλόγιμος ἀνὴρ καὶ πολυμαθέστατος ὑπάρχων· πολλού
ς τε χρονογράφους· καὶ ἱστοριογράφους ἀναγνοὺς καὶ
ἀκριβῶς τούτους διερευνησάμενος· σύντομον χρονο
γραφίαν ἀπὸ ἀδὰμ μέχρι διοκλητιανοῦ τοῦ βασιλέως
ῥωμαίων καὶ διώκτου τῶν χριστιανῶν ἀκριβῶς συνεγρά
ψατο· τούς τε χρόνους ἐν πολλῆ ἐξετάσει ἀκριβολογησά
μενος· καὶ τὰς τούτων διαφωνίας συμβιβάσας καὶ ἐπι
διορθωσάμενος· καὶ συστήσας ὡς οὐδεὶς ἄλλος τῶν προ
αὐτοῦ. τάς τε τῶν ἀρχαίων βασιλέων. παντὸς ἔθνους
πολιτείας τε· καὶ τοὺς χρόνους ἀναγραψάμενος καὶ κατὰ
τὸ ἐφικτὸν αὐτῶ τοὺς ἀρχιερεῖς τῶν μεγάλων καὶ οἰκου
μενικῶν θρόνων· ῥώμης τε φημί καὶ κωνσταντινουπό(λεως)·
Ἀλεξανδρείας τε καὶ ἀντιοχείας καὶ ἱεροσολύμων· τούς τε
ὀρθοδόξως τὴν ἐκκλησίαν ποιμάναντας καὶ τοὺς
ἐν αἱρέσει ληστρικῶς ἄρξαντας καὶ τοὺς τούτων χρόνους
ἀκριβῶς ἐνέταξεν. ἐπεὶ δὲ τὸ τέλος τοῦ βίου τοῦτον κα
τέλαβε καὶ εἰς πέρας ἀγαγεῖν τὸν ἑαυτοῦ σκοπὸν οὐκ ἴ