XIII: Vat.gr.1613 — Ἐνταυθα νῦν σκόπησον ὀρθῶς
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.1613
- Annotation text:
Ἐνταυθα νῦν σκόπησον ὀρθῶς ὁ βλέπων.
- Section:
- p. XIII Praefatio metrica
Other annotations on this folio
ἄριστον ἔργον ἐξ ἀρίστων πραγμάτων·
ἔργον Θ(εο)υ κάλλιστον ἐκπλῆττον φρένας·
ἔργον τὸ τερπον πᾶσαν εἰκότως κτίσιν·
ἄνω γὰρ αὐτὸς ὡς Θ(εο)ς καὶ δεσπότης·
ἄστρων χορείαις ζωγραφήσας τὸν πόλον·
ὃν οἷα δέρριν ἐξέτεινε τῶι λόγωι,
κόσμον δαδουχεῖ πανσόφω προμηθία·
κάτω δ᾿ὁ τοῦτον εἰκονίζων τοῖς τρόποις·
ἄναξ ὅλης γῆς, ἥλιος τῆς πορφύρας·
Βασίλειος, τὸ θρέμμα τῆς ἁλουργίδος·
κράτιστος ἀμφοῖν, καὶ τροπαίοις καὶ λόγοις·
ὡς ἄλλον ὄντως οὐρανὸν τεύξας βίβλον·
ἐκ δέρρεων ταθεῖσαν, ὡς ἔχει φύσις·
φέρουσαν ὡς φωστῆρας ὡραίους τύπους·
πρῶτον μέν αὐτοῦ τοῦ θεανθρώπου Λόγου·
ἔπειτα Μητρὸς τῆς τεκούσης ἀσπόρως·
σοφῶν προφητῶν· μαρτύρων· ἀποστόλων·
πάντων δικαίων· ἀγγέλων· ἀρχαγγέλων,
τῶν ὀρθοδόξων πᾶσαν εὐφραίνει φρένα·
τέρπει δὲ πᾶσαν τερπνότητι καὶ θέαν·
ἀλλ᾿ οὕσπερ εἰκόνισεν ἐκ τῶν χρωμάτων,
εὕροι βοηθοὺς πάντας ἐκ τῶν πραγμάτων·
κράτους συνεργούς, συμμάχους ἐν ταῖς μάχαις·
παθῶν λυτρωτάς, φαρμακευτὰς τῶν νόσων·
ἐν τῆ κρίσει πλέον δὲ πρὸς τὸν Δεσπότην·
θερμοὺς μεσίτας, προξένους καὶ τῆς ἄνω
δόξης ἀφράστου καὶ Θ(εο)υ σκηπτουχίας ·:·