1r: Vat.gr.1 — La decorazione è tracciata
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.1
- Annotation text:
La decorazione è tracciata nello stesso inchiostro del testo e ridotta all’essenziale con semplici iniziali a tratto doppio sporgenti nel margine.
- Section:
- 1r-138v Plato: Leges
Other annotations on this folio
Πλάτωνος νόμων α̅ ἢ περὶ νομοθησίας :-
Θεὸς ἤ τíς ἀνθρώπων ὑμῖν ὦ ξένοι εἴληφε τὴν αἰτίαν τῆς τῶν
νόμων διαθέσεως: θεὸς ὦ ξένε θεὸς ὥς γε τὸ δικαιότα
τον εἰπεῖν· παρὰ μὲν ἡμῖν ζεύς· παρὰ δὲ λακεδαιμονίοις·
ὅθεν ὅδ᾿ ἐστίν οἶμαι φάναι τούτους ἀπόλλωνα· ἦ γάρ: ναί:
μῶν οὖν καθ’ ὅμηρον λέγεις ὡς τοῦ μίνω φοιτῶντος πρὸς τὴν τοῦ πα
τρὸς ἑκάστοτε συνουσίαν δι’ ἐνάτου ἔτους· καὶ κατὰ τὰς παρ’ ἐ
κείνου φήμας ταῖς πόλεσιν ὑμῖν θέντος τοὺς νόμους: λέγεται
γὰρ οὕτω παρ’ ἡμῖν· καὶ δὴ καὶ τὸν ἀδελφόν γε αὐτοῦ ῥαδάμαν
θυν ἀκούετε γὰρ τὸ ὄνομα δικαιό τατον γεγονέναι· τοῦτον οὖν
φαῖμεν ἂν ἡμεῖς γε οἱ κρῆτες ἐκ τοῦ τότε διανέμειν τὰ περὶ
τὰς δίκας ὀρθῶς τοῦτον τὸν ἔπαινον αὐτὸν εἰληφέναι: καὶ καλόν
γε τὸ κλέος· υἱεῖ τε διὸς μάλα πρέπον· ἐπειδὴ δ᾿ ἐν τοιούτοις
ἤθεσι τέθραφθε νομικοῖς σύ τε καὶ ὅδε. προσδοκῶ οὐκ ἂν
ἀηδῶς ἡμᾶς περί τε πολιτείας τὰ νῦν καὶ νόμων τὴν δια
τριβήν λέγοντάς τε καὶ ἀκούοντας ἅμα κατὰ τὴν πορείαν ποιή
σασθαι· πάντως δ’ ἥ γε ἐκ κνωσοῦ ὁδὸς εἰς τὸ τοῦ διὸς ἄντρον καὶ
ιερόν· ὡς ἀκούομεν, ἱκανή· καὶ ἀνάπαυλαι κατὰ τὴν ὁδόν· ὡς
εἰκὸς, πνίγους ὄντος τὰ νῦν. ἐν τοῖς ὑψηλοῖς δένδρεσίν εἰσι
σκιαραί· καὶ ταῖς ἡλικίαις πρέπον ἂν ἡμῶν εἴη τὸ διαναπαύεσθαι
πυκνὰ ἐν αὐταῖς· λόγοις τε ἀλλήλους παραμυθουμένους τὴν
ὁδὸν ἅπασαν οὕτω μετὰ ῥαστώνης διαπερᾶναι: καὶ μὴν ἔστιν γε
ὦ ξένε προιόντι κυπαρίττων τε ἐν τοῖς ἄλσεσιν ὕψη καὶ κάλλη
θαυμάσια· καὶ λειμῶνες ἐν οἷσιν ἀναπαυόμενοι διατρίβοιμεν
ἄν: ὀρθῶς λέγεις: πάνυ μὲν οὖν· ἰδόντες δὲ μᾶλλον φήσομεν·
ἀλλ’ ἴωμεν ἀγαθῆ τύχη: ταῦτ’ εἴη· καί μοι λέγε· κατὰ τί τὰ ξυς
σίτιά τε ὑμῖν συντέταχεν ὁ νόμος καὶ τὰ γυμνάσια· καὶ τὴν τῶν
ὅπλων ἕξιν: oἶμαι μέν ὦ ξένε καὶ παντὶ ῥάδιον ὑπολαβεῖν
εἶναι. τά γε ἡμέτερα· τὴν γὰρ τῆς χώρας πάσης κρήτης φύ
σιν· ὁρᾶτε ὡς οὐκ ἔστι καθάπερ ἡ τῶν θετταλῶν πεδιάς διὸ
δὴ καὶ τοῖς μὲν ἵπποις εκεῖνοι χρῶνται μ[ᾶ]λλον· δρόμοισιν δὲ.
ἡμεῖς· ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῆι δρόμων ἄσκησιν
μᾶλλον σύμμετρος· ἐλαφρὰ δὴ τὰ ὅπλα ἀναγκαῖον ἐν τῶι τοι
ούτωι κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα θεῖν· τῶν δὴ τόξων καὶ
τοξευμάτων ἡ κουφότης ἁρμόττειν δοκεῖ· ταῦτ’ οὖν πρὸς τὸν
πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται· καὶ πάνθ’ ὁ νομοθέτης· ὥς
γ’ ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέπων συνετάττετο· ἐπεὶ καὶ τὰ ξυσσί
τια κινδυνεύει ξυναγαγεῖν ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται,
τόθ’ ὑπ’ αὐτοῦ τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν