68r: Vat.gr.155 — Abbreviazione per ου.
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.155
- Annotation text:
Abbreviazione per ου.
- Section:
- 64r-331v Theophanes, Confessor: Chronographia
Other annotations on this folio
Τούτω τῶ ἔτει κωνσταντῖνος ὁ θειότατος καὶ χριστιανικώτατο
ῥωμαίων ἐβασίλευσεν ἐν γαλλίαις. καὶ βριτανίαν κατὰ τὸν
αὐτὸν οὖν χρόνον. τέσσαρες οὗτοι συνεβασίλευον αὐτῶ μαξι
μιανὸς ὁ γαλλέριος σὺν δυσὶ καίσαρσι σευίρω καὶ μαξιμίνω
τῶ γαλλερίου υ(ἱ)ω· καὶ μαξεντίω τῶ υ(ἱ)ω τοῦ ἐρκουλίου ἐν ῥώμη
ὑπὸ τῶν στρατιωτῶν ἀναγορευθέντι βασιλεῖ· οὗτοι ἀλλήλους
ὑπερβαλεῖν ἔσπευδον εἰς τὸν κατὰ χριστιανῶν διωγμόν·
μαξέντιος δὲ ὁ τύραννος τὴ ρώμη ἀνόμως βασιλεύων. πάνδεινα
εἰργάσατο κακά· μοιχείας τῶν ἐν τέλει γυναικῶν· φόνους καὶ
ἁρπαγὰς. καὶ ὅσα τούτοις ὅμοια· κατὰ δὲ τὴν ἀνατολὴν μα
ξιμινὸς χείρονα διεπράττετο κακά· δύο κακῶν μεγίστων
ἀνατολὴν καὶ δύσιν κληρωσαμένων. καὶ τὸν κατὰ τῶν χριστι
ανῶν πόλεμον καὶ διωγνὸν ἀναρριπιζόντων· τότε καὶ λικίν
νιον καίσαρα ῥωμαῖοι ἀνηγόρευσαν χαριζόμενοι κωνσταν
τίνω γαμβρῶ αὐτοῦ ὄντι εἰς ἀδελφὴν κωνσταντίαν. καὶ ὑπο
κρινόμενω ψευδῶς· τὴν καθ’ ἡμᾶς εὐσέβειαν, σευιρου δη
λαδὴ τελευτήσαντος· τῶ δ’ αὐτῶ ἔτει πέτρος ὁ ἐπίσκοπος
ἀλεξανδρείας ἐν φυλακῆ ὑπάρχων προστάγματι μαξιμιανου
τοῦ γαλλερίου. καὶ μαξιμίνου τοῦ υἱοῦ αὐτοῦ. τὴν κεφαλὴν
ἀποτμηθεὶς ἐνδόξως ἐμαρτύρησεν· ὅστις τὸν ἅρειον διακο
νον ὄντα τῆς αυτοῦ ἐκκλησίας. ἀκοινώνητον ἐποίησεν
ὅστις κακοδόξου αἱρέσεως προστάτης γεγονὼς ολλοὺς·
τῆς εὐσεβείας ἀπέστησεν· πολλοὶ δὲ καὶ ἄλλοι ἐκ τούτων
τῶν τυράννων. τὸν ὑπὲρ χ(ριστο)υ μαρτυρικὸν στέφανον ἀνεδή
σαντο. ὧν εἰσὶ. φιλέας ἐπίσκοπος θμουέως τῆς αἰγύπτου·
πηλεὺς καὶ νεῖλος ἐπίσκοποι τῆς αἰγύπτου· ἄνθιμος ἐπί
σκοπος νικομηδείας. τυραννίων ἐπίσκοπος τύρου· σιλου
ανὸς ἐπίσκοπος αἰμέσης· καὶ σιλουανὸς ἐπίσκοπος γάζης·
λουκιανὸς πρεσβύτερος ἀντιοχείας· ζηνόβιος πρεσβύτερος