36r: Vat.gr.2050 — Oυ a forma di
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.2050
- Annotation text:
Oυ a forma di γ.
- Section:
- 1r-83r Basilius Magnus: Asceticon magnum sive Quaestiones
Other annotations on this folio
Accento prima dello spirito dolce.
τοῦ κ(υρίο)υ λέγοντος· καταβέβηκα ἐκ τοῦ
οὐ(ρα)νοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν,
ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με π(ατ)ρ(ό)ς:- ἐρώτησις
Β̅ Τοῦ κ(υρίο)υ προστάσσοντος, ἐάν τίς σε ἀγγαρεύ
ση μίλιον ἓν, ὕπαγε μετ’ αὐτοῦ δύο· καὶ
τοῦ ἀποστόλου διδάσκοντος· ὑποτάσ
σεσθε ἀλλήλοις ἐν φόβω χ(ριστο)ῦ· εἰ δεῖ παν
τὶ καὶ ὁτι δήποτε ἐπιτάσσοντι ὑ
πακούειν:- ἀπόκρισις +
Tῶν μὲν ἐπιτασσόντων ἡ διαφορὰ, οὐ
δὲν ὀφείλει παραβλάπτειν τὴν ὑπα
κοὴν τῶν ἐπιτασσομένων· οὐδὲ γὰρ
ὁ μωυσῆς παρήκουσε τοῦ ἰώθωρ
ἀγαθὰ συμβουλεύσαντος· τῶν δὲ ἐ
πιταγμάτων διαφορᾶς οὐκ ὀλίγης οὔ
σης· τὰ μὲν γὰρ ἐναντίως ἔχει πρὸς
τὴν ἐντολὴν τοῦ θ(εο)ῦ. τὰ δέ ἐστιν ἤ
τοι παραφθείροντα αὐτήν· ἢ μολύ
νοντα πολλαχῶς, τῆ ἐπιμιξία τοῦ
κεκολυμένου· τὰ δὲ συνεμπίπτει
τῆ ἐντολῆ· τὰ δὲ κὰν μὴ συνεμπίπ
τει κατὰ τὸ προφανὲς, ἀλλὰ συμβάλ
λεται· καὶ οἱονεὶ, βοήθειά τίς ἐστι τῆς
ἐντολῆς· ἀναγκαῖον οὖν ἐστι μεμνεῖ
σθαι τοῦ ἀποστόλου εἰπόντος· προφη
τείας μὴ ἐξουδενεῖτε· πάντα δοκι
μάζοντες, τὸ καλὸν κατέχετε· ἀπὸ
παντὸς εἴδους πονηροῦ ἀπέχεσθε·
καὶ πάλιν· λογισμοὺς καθαιροῦντες· καὶ
πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς
γνώσεως τοῦ θ(εο)ῦ· καὶ αἰχμαλωτί
ἰ(ησο)ῦ χ(ριστο)ῦ, τοῦ φωτίζοντος ὥσπερ ἀκτῖσι ταῖς
ἑαυτοῦ ἐντολαῖς· ἡ γὰρ ἐντολὴ φὴ(σι) κ(υρίο)υ,
τηλαυγὴς φωτίζουσα ὀφθαλμούς·
ἐπειδὴ δὲ τῶν ἐν ἡμῖν στρεφομένων
πραγμάτων ἢ ῥημάτων· τὰ μέν ἐστιν
ὑπὸ τῆς ἐντολῆς τοῦ κ(υρίο)υ, ἐν τῆ ἁγία γρα
φῆ διεσταλμένα, τὰ δὲ σεσιωπημένα·
περὶ μὲν τῶν γεγραμμένων, οὐ δὲ μία
ἐξουσία δέδωται καθόλου οὐδενὶ, οὔ
τε ποιῆσαί τι τῶν κεκολυμένων, οὔτε
παραλήψαι τῶν προστεταγμένων· τοῦ
κ(υρίο)υ ἅπαξ παραγγείλαντος καὶ εἰπόντος·
φυλάξε τὸ ῥῆμα ὃ ἐγὼ ἐντέλλομαί σοι
σήμερον· οὐ προσθήσεις ἐπ αὐτὸ καὶ οὐ
κ ἀφελεῖς ἀπ αυτοῦ· φοβερὰ γάρ ἐκδο
χὴ κρίσεως, καὶ πυρὸς ζῆλος ἐσθίειν
μέλλοντος τοὺς τοιοῦτόν τι τολμόντας·
περὶ δὲ τῶν σεσιωπημένων, κανόνα
ἡμῖν ἐξέθετο, ὁ ἀπόστολος παῦλος εἰπών·
πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα συν
φέρει· πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάν
τα οἰκοδομεῖ· μὴδεὶς τὸ ἑαυτοῦ ζη
τείτω, ἀλλὰ τὸ τοῦ ἑτέρου ἕκαστος·
ὥστε παντὶ λόγω ἐπάναγκες, ἠ τῶ θ(ε)ῶ
λόγω ὑποτάσσεσθαι κατ᾿ἐντολὴν αὐτοῦ·
ἢ ἄλλοις διὰ τὴν ἐντολὴν αὐτοῦ· γέγρα
πται γάρ· ὑποτασσόμενοι ἀλλήλοις
ἐν φόβω χ(ριστο)ῦ· καὶ ὁ κ(ύριό)ς φη(σιν)· ὁ θέλων ἐν ὑ
μῖν εἶναι μέγας, ἔστω πάντων δοῦλος·
ἀπηλλοτριωμένος δηλονότι τῶν ἰδίων
θελημάτων, κατὰ μίμησιν αὐτοῦ