133r: Pal.gr.220 — Titoli in mauscola a
- Resource type:
- Annotation
- Manuscript:
- Pal.gr.220
- Annotation text:
Titoli in mauscola a tratto doppio, in inchiostro rosso inquadrati in pylai.
Iniziale miniata con mano benedicente.
- Section:
- 129v-182v Evangelium secundum Lucam cum scholiis
Other annotations on this folio
Angolosità delle lettere leggermente accentuata.
Sviluppo ridotto delle aste.
Assenza di ispessimenti nelle aste inferiori.
Ἐπειδήπερ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι
διήγησιν περὶ τῶν πεπληροφορημένων ἐν
ἡμῖν πραγμάτων· καθὼς παρέδοσαν ἡμῖν
οἱ ἀπ’ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμε
νοι τοῦ λόγου. ἔδοξε κἀμοὶ παρηκολουθη
κότι ἄνωθεν πᾶσιν ἀκριβῶς· καθεξῆς σοι
γράψαι κράτιστε θεόφιλε: ἵνα ἐπιγνῶς περὶ
ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν·
Ἐγένετο ἐν ταῖς ἡμέραις ἡρώδου τοῦβασιλέως
τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι ζαχαρίας·
ἐξ ἐφημερίας ἀβιά· καὶ ἡ γυνὴ αὐτοῦ ἐκ
τῶν θυγατέρων ἁαρών· καὶ τὸ ὄνομα αὐτῆς
ἐλισάβετ· ἦσαν δὲ δίκαιοι ἀμφότεροι. ἐνω
πιον τοῦ θ(εο)ῦ· πορευόμενοι ἐν πάσαις ταῖς ἐν
τολαῖς καὶ δικαιώμασιν τοῦ κ(υριο)υ ἄμεμπτοι· καὶ
οὐκ ἦν αὐτοῖς τέκνον· καθότι ἡ ἐλισάβετ
ἦν στεῖρα· καὶ ἀμφότεροι προβεβηκότες ἐν
ταῖς ἡμέραις αὐτῶν ἦσαν· Ἐγένετο δὲ ἐν
Τῶ ἱερατεύειν αὐτὸν ἐν τῆ τάξει τῆς ἐφημερί
ας αὐτοῦ ἔναντι τοῦ θ(εο)ῦ· κατὰ τὸ ἔθος τῆς ἱ
ερατείας ἔλαχε τοῦ θυμιάσαι εἰσελθὼν εἰς
τὸν ναὸν τοῦ κ(υριο)υ· καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ
λαοῦ προσευχόμενον ἔξω. τῆ ὥρα τοῦ θυμι
άματος· ὤφθη δὲ αὐτῶι ἄγγελος κ(υριο)υ ἑστὼς
Ἐπειδὴ πολλοὶ ἐπεχείρη
σαν ἀνατάξασθαι διήγησιν
ἀντὶ τοῦ ὅτι χωρὶς χαρὶ
σματος ἧλθον εῖς τὴν ἀνα
γραφὴν τοῦ ἐυαγγελίον·
τι οὖν ἐστιν ὃ λέγει. τὸ ἐπι
γεγραμμένον κατὰ αἰγυ
πτίους ἐυαγγέλιον· καὶ τὸ ἐπε
γεγραμμένον τῶν δώδεκα
ἐυαγγελίον ἀναγράψαν
τες ἐπεχείρησαν ἀλλὰ ψεν
δῶς εῖς ἄλλων ὄνομα·
οἱ δὲ ἐυαγγελισταὶ οὐκ ἐ
πεχείρησαν καὶ ἀτέλεστα κα
τέλιπον διὰ τὸ μὴ καλῶς
γράψαι· ἔγραψαν γὰρ
ἀληθῶς:
Ὅτι ὃ λέγει ὁ παῦλος. Οὗ ὁ ἕ
παινος ἐν τῶ ἐυαγγελίω·
τὸν λουκᾶν λέγει τὸν ἀ
πόστολον:
Τί λέγει ἐξ ἐφημερίας Ἀ
βιά· ὅτι δύο ἦσαν κατὰ.
διαδοχὴν ἱερεῖς τὴν λει
τουργίαν ποιοῦντες· ὀ ἀβιὰ·
καὶ ὁ ζαχαρίας· ἐπεὶ οὖν ἐ
κεῖνος ἐλειτούργησε με
τ᾿ἐκεῖνον λειτουργεῖ φη
σὶ ζαχαρίας·
Πρῶτον μὲν τῶ σχήματι
τὸν ἱερεά φοβεῖ· ἴν᾿ἐυλα
βέστερος ἐκεῖνος τῶ φόβω
γενόμενος. Δέξηται περι χαρῶς τὸ μυστήριος· τί τοῦτο γάρ φησι πολλάκις θυσίας προσαγὼν ἄγγελον ὀυκ ἐθεα
σάμην· ὁυκ ἀαρὼν ὀ πρῶτο αρχιερὲυς ἁγγελον εἶδε εῖς τὸν ναὸν εἰσελθών· ὁυκ ἰωσεδὲκ ὁ ἱρεὺς ὁ μέγας·
ἐν ἀπόροις τοί νυν ὑπαρχοντι τῶ ζαχαρια· καὶ φόβω πολλῶ κατεχομένω· ἄδηλος γὰρ τέως ὁ σκοπὸς τῆς ὄψεως
ἦν. ῥήσσει φωνὴν πρὸς ἀυτὸν ὁ γαβριὴλ χειρα γωγῶν ἀφοβια· εἴπεν δὲ πρὸς αὐτὸν ὄ ἄγγελος. μὴ φοβοῦ Ζαχαρια·
πρῶτον μὲν αὐτοῦ διαλύει τὸν φόβον. ἰν᾿ ἀταράχω τῆ ψυχῆ τὴν ἀγγελίαν εἰς δέξηται· ὥσπερ γὰρ
ἐπὶ σαλευομένω ὐδάτω ὀυκ ἔνεστιν ἀκριβῶς τὴν ὄψιν ἐνοπτρίζεσθαι ὄντως φόβως αλενομένη
ψυχὴ οὐχ οἰά τε δέξασθαι διδασκαλίαν τινὰ μὴ καθαρθεῖσα τῶ φόβω· δια τοῦτο πρὸς αὐτὸν μῆ
φοβοῦ· οὐχ ἥκω σοι φέρων λυπηρὰν ἀγγελίαν· οὐκ ἀπειλὴν κατὰ τοῦ ἔθνους κομίζων· οὐχ ὥσ
περ ὁ σαμονὴλ τῶ ἠλὶ ἀνατροπὴν ἱερωσύνης μηνύων·