17r: Vat.gr.690 — La definizione della scrittura
- Resource type:
- Annotation
- Manuscript:
- Vat.gr.690
- Annotation text:
La definizione della scrittura si deve ad Hunger. È caratterizzata dall’emergere di lettere e occhielli tondi, ingranditi all’interno di un tessuto grafico più piccolo. È una tendenza grafica di tipo erudito della fine del XIII sec.
- Section:
- 1r-256r, Michael Glycas, Quaestiones in Sacram Scripturam
Other annotations on this folio
Il gamma è maiuscolo con la traversa ondulata.
Lettere ingrandite in particolare quelle dal nucleo circolare: alpha, epsilon, theta, omicron, sigma, ypsilon, phi e omega.
Sovrapposizione di alcune lettere con quelle che seguono.
ἔκπτωσιν ἐπεισῆλθεv τῶ ἀλογωτέρω μέρει προφυέντα τῆς φύσεως·
εἰ δὲ ταῦτα οὕτως ἔχει· πῶς εἴπωμεν ἐν αὐτῆ τῆ τελειότητι πάσχειν ὅλως
τὸν πρῶτον ἐκεῖνον ἄν(θρωπ)ον· ἀλλὰ καὶ ὁ θειότατος βαρσανούφιος ἐρωτηθεὶς
πόθεν ἔσχε τὰ πάθη ὁ ἄν(θρωπ)ος, ἔλεγεν· ὅτι καὶ σῶμα καὶ ψυχὴν ἀπαθῆ κα
τ’ ἀρχὰς ἔκτισεν ὁ Θ(εό)ς· διὰ δὲ τῆς παρακοῆς εἰς πάθη ἐξέπεσεν· δέδεικται
οὖν ἐκ πολλῶν ὅτι πρὸ τῆς παραβάσεως οἱωδήτινι φυσικῶ οὐχ ὑπέ
κειτο πάθει ὁ ἄν(θρωπ)ος· ἅτε δὴ τῆς κατὰ χάριν ἀθανασίας οὐκ ἀμοιρῶν· εἰ δὲ τοῦτο
πῶς ἔπασχεν· εἰ γὰρ ἔπασχε, καὶ θνητῆς ἂν ἐξ ἀνάγκης ὑπῆρχε φύσεως
καὶ φθαρτῆς· ἀλλ’ ἡμᾶς οὕτω φρονεῖν ἐπὶ τούτοις, κωλύει μὲν καὶ ὁ τῶν
διαληφθέντων ἁγίων χορός· κωλύει δὲ πλέον, ἡ ἐν καρθαγένη συστᾶσα
σύνοδος οὕτω λέγουσα· εἴ τις λέγει τὸν ἀδὰμ θνητὸν, πλασθῆναι παρὰ Θ(εο)ῦ
καὶ μὴ μετὰ τὴν ἁμαρτίαν ἐλθεῖν εἰς φθοράν, ἤτω ἀνάθεμα· καὶ τί χρὴ πολλὰ
λέγειν· ὁ θεῖος μακάριος ὁ αἰγύπτιος· ἐν ἐπιστολαῖς αὑτοῦ δεῖξαι
θέλων παντάπασιν, ἀπαθὴς ἐτύγχανε πρὸ τῆς ἁμαρτίας ὁ ἄν(θρωπ)ος, οὕτως ἔλεγε
κατὰ λέξιν· οὐ πῦρ αὐτοῦ κατίσχυεν· οὐχ ὕδωρ αὐτὸν ἔβλαπτε. μετὰ δὲ τὸ παρα
βῆναι τὴν ἐντολήν μετὰ τὸ, τοὺς δερματίνους ἐνδυθῆναι χιτῶνας, τὴν
παχυτέραν σάρκα δηλαδὴ καὶ θνητὴν καὶ ἀντίτυπον· τότε δὴ τότε μυ
ρίοις ὑπέπεσε πάθεσιν ὑπομνήσεως ἕνεκα· καὶ παιδεύσεως
ἀντιλέγειν οὖν ἐπὶ πλέον οὐκ εὔλογον· εἰ γὰρ πρόσχερος ἦν ὁ ἀδάμ· εἰ πρὸ τῆς
ἁμαρτίας ὑπῆρχε θνητός, οὐκ ἂν ὁ πάμμεγας ἔλεγε παῦλος· ὀψώνιον τῆς
ἁμαρτίας ὁ θάνατος· Ἔδειξε γὰρ ἐντεῦθεν ὅτι· πρὸ τῆς ἁμαρτίας ὁ ἄν(θρωπ)ος
ἀθάνατος ἦν· εἰ δὲ καὶ τοῦτο καὶ πασῶν τῶν λοιπῶν σωματικῶν ἀναγκῶν, ὁ
τοιοῦτος ὑπέρτερος· ὡς εἶναι δῆλον ἐντεῦθεν· ὅτι καὶ βρώσεως αἰσθητῆς
ἄγευστος ἦν ὁ ἄν(θρωπ)ος ἀπ’ ἀρχῆς· Εἰ γὰρ καὶ ἀπὸ πάντων τῶν ἐν παραδείσω
φυτῶν ἐσθίειν ἐπέτρεψε τῶ ἀδὰμ ὁ Θ(εό)ς ἀλλ’ οὔμενουν ἐκεῖσε· καὶ
βρῶσις ἦν αἰσθητὴ· καὶ ῥευστή· καὶ τοῦτο προϊὼν ὁ λόγος ἀριδηλότερον δείξει σοι
ἢ γάρ ὡς ὁ μέγας φησὶ πρὸς ἀντίοχον ἀθανάσιος ἄφθαρτά εἰσι τὰ
ἐν τῶ παραδείσω φυτά, καὶ πῶς ὀδοῦσιν ἐτέμνοντο· πῶς ἐβιβρώσκοντο·
τὸ γὰρ ἄφθαρτον οὔτε τέμνεσθαι πέφυκεν, οὔτε βιβρώσκεσθαι· ἢ φθαρτὰ
τὰ ἐν τῶ παραδείσω καθά τινες ὑποπτεύουσι, καὶ πῶς αὐτὰ τροφὴν
ὁ ἀδὰμ ἐποιεῖτο· δότωσαν ἐπὶ τούτοις ἀπόκρισιν· ἢ γὰρ τὸ προσὸν αὐτῶ